< Κατα Λουκαν 22 >

1 Ἤγγιζε δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη πάσχα.
Επλησίαζε δε η εορτή των αζύμων, λεγομένη Πάσχα.
2 καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν· ἐφοβοῦντο γὰρ τὸν λαόν.
Και εζήτουν οι αρχιερείς και οι γραμματείς το πως να θανατώσωσιν αυτόν διότι φοβούντο τον λαόν.
3 Εἰσῆλθε δὲ ὁ σατανᾶς εἰς Ἰούδαν τὸν ἐπικαλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα,
Εισήλθε δε ο Σατανάς εις τον Ιούδαν τον επονομαζόμενον Ισκαριώτην, όντα εκ του αριθμού των δώδεκα,
4 καὶ ἀπελθὼν συνελάλησε τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι καὶ στρατηγοῖς τὸ πῶς αὐτὸν παραδῷ αὐτοῖς.
και υπήγε και συνελάλησε μετά των αρχιερέων και των στρατηγών το πως να παραδώση αυτόν εις αυτούς.
5 καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ ἀργύρια δοῦναι·
Και εχάρησαν και συνεφώνησαν να δώσωσιν εις αυτόν αργύριον·
6 καὶ ἐξωμολόγησε, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν αὐτοῖς ἄτερ ὄχλου.
και έδωκεν υπόσχεσιν και εζήτει ευκαιρίαν να παραδώση αυτόν εις αυτούς χωρίς θορύβου.
7 Ἦλθε δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ἐν ᾗ ἔδει θύεσθαι τὸ πάσχα,
Ήλθε δε ημέρα των αζύμων, καθ' ην έπρεπε να θυσιάσωσι το πάσχα,
8 καὶ ἀπέστειλε Πέτρον καὶ Ἰωάννην εἰπών· πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν.
και απέστειλε τον Πέτρον και Ιωάννην, ειπών· Υπάγετε και ετοιμάσατε εις ημάς το πάσχα, διά να φάγωμεν.
9 οἱ δὲ εἶπον αὐτῷ· ποῦ θέλεις ἑτοιμάσωμεν;
Οι δε είπον προς αυτόν· Που θέλεις να ετοιμάσωμεν;
10 ὁ δὲ εἶπεν αὐτοῖς· ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν οὗ εἰσπορεύεται,
Ο δε είπε προς αυτούς· Ιδού, όταν εισέλθητε εις την πόλιν, θέλει σας συναπαντήσει άνθρωπος βαστάζων σταμνίον ύδατος· ακολουθήσατε αυτόν εις την οικίαν όπου εισέρχεται.
11 καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας· λέγει σοι ὁ διδάσκαλος, ποῦ ἐστι τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;
Και θέλετε ειπεί προς τον οικοδεσπότην της οικίας· Ο Διδάσκαλος σοι λέγει, Που είναι το κατάλυμα, όπου θέλω φάγει το πάσχα μετά των μαθητών μου;
12 κἀκεῖνος ὑμῖν δείξει ἀνώγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε.
και εκείνος θέλει σας δείξει ανώγεον μέγα εστρωμένον· εκεί ετοιμάσατε.
13 ἀπελθόντες δὲ εὗρον καθὼς εἴρηκεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.
Αφού δε υπήγον, εύρον καθώς είπε προς αυτούς, και ητοίμασαν το πάσχα.
14 Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσε, καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ.
Και ότε ήλθεν η ώρα, εκάθησεν εις την τράπεζαν, και οι δώδεκα απόστολοι μετ' αυτού.
15 καὶ εἶπε πρὸς αὐτούς· ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ᾽ ὑμῶν πρὸ τοῦ με παθεῖν·
Και είπε προς αυτούς· Πολύ επεθύμησα να φάγω το πάσχα τούτο με σας προ του να πάθω·
16 λέγω γὰρ ὑμῖν ὅτι οὐκέτι οὐ μὴ φάγω ἐξ αὐτοῦ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.
διότι σας λέγω, ότι δεν θέλω φάγει πλέον εξ αυτού, εωσού εκπληρωθή εν τη βασιλεία του Θεού.
17 καὶ δεξάμενος [τὸ] ποτήριον εὐχαριστήσας εἶπε· λάβετε τοῦτο καὶ διαμερίσατε ἑαυτοῖς·
Και λαβών το ποτήριον, ευχαρίστησε και είπε· Λάβετε τούτο και διαμοιράσατε εις αλλήλους·
18 λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως ὅτου ἡ βασιλεία τοῦ Θεοῦ ἔλθῃ.
διότι σας λέγω ότι δεν θέλω πίει από του γεννήματος της αμπέλου, εωσού έλθη η βασιλεία του Θεού.
19 καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς λέγων· τοῦτό ἐστι τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.
Και λαβών άρτον, ευχαριστήσας έκοψε και έδωκεν εις αυτούς, λέγων· Τούτο είναι το σώμα μου το υπέρ υμών διδόμενον· τούτο κάμνετε εις την ιδικήν μου ανάμνησιν.
20 ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι λέγων· τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον.
Ωσαύτως και το ποτήριον, αφού εδείπνησαν, λέγων· Τούτο το ποτήριον είναι η καινή διαθήκη εν τω αίματί μου, το υπέρ υμών εκχυνόμενον.
21 πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ᾽ ἐμοῦ ἐπὶ τῆς τραπέζης.
Πλην ιδού, η χειρ εκείνου όστις με παραδίδει, είναι μετ' εμού επί της τραπέζης.
22 καὶ ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου πορεύεται κατὰ τὸ ὡρισμένον· πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ παραδίδοται.
Και ο μεν Υιός του ανθρώπου υπάγει κατά το ωρισμένον· πλην ουαί εις τον άνθρωπον εκείνον, δι' ου παραδίδεται.
23 καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν.
Και αυτοί ήρχισαν να συζητώσι προς αλλήλους το ποίος τάχα ήτο εξ αυτών, όστις έμελλε να κάμη τούτο.
24 Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων.
Έγεινε δε και φιλονεικία μεταξύ αυτών, περί του τις εξ αυτών νομίζεται ότι είναι μεγαλήτερος.
25 ὁ δὲ εἶπεν αὐτοῖς· οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται·
Ο δε είπε προς αυτούς· οι βασιλείς των εθνών κυριεύουσιν αυτά, και οι εξουσιάζοντες αυτά ονομάζονται ευεργέται.
26 ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλ᾽ ὁ μείζων ἐν ὑμῖν γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν.
Σεις όμως ουχί ούτως, αλλ' ο μεγαλήτερος μεταξύ σας ας γείνη ως ο μικρότερος, και ο προϊστάμενος ως ο υπηρετών.
27 τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος; ἐγὼ δέ εἰμι ἐν μέσῳ ὑμῶν ὡς ὁ διακονῶν.
Διότι τις είναι μεγαλήτερος, ο καθήμενος εις την τράπεζαν ή ο υπηρετών; ουχί ο καθήμενος; αλλ' εγώ είμαι εν μέσω υμών ως ο υπηρετών.
28 ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ᾽ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου·
Σεις δε είσθε οι διαμείναντες μετ' εμού εν τοις πειρασμοίς μου·
29 κἀγὼ διατίθεμαι ὑμῖν καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν,
όθεν εγώ ετοιμάζω εις εσάς βασιλείαν, ως ο Πατήρ μου ητοίμασεν εις εμέ,
30 ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου, καὶ καθίσεσθε ἐπὶ θρόνων κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.
διά να τρώγητε και να πίνητε επί της τραπέζης μου εν τη βασιλεία μου, και να καθήσητε επί θρόνων, κρίνοντες τας δώδεκα φυλάς του Ισραήλ.
31 Εἶπε δὲ ὁ Κύριος· Σίμων Σίμων, ἰδοὺ ὁ σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον·
Είπε δε ο Κύριος· Σίμων, Σίμων, ιδού, ο Σατανάς σας εζήτησε διά να σας κοσκινίση ως τον σίτον·
32 ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας στήριξον τοὺς ἀδελφούς σου.
πλην εγώ εδεήθην περί σου διά να μη εκλείψη η πίστις σου· και συ, όταν ποτέ επιστρέψης, στήριξον τους αδελφούς σου.
33 ὁ δὲ εἶπεν αὐτῷ· Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι.
Ο δε είπε προς αυτόν· Κύριε, έτοιμος είμαι μετά σου να υπάγω και εις φυλακήν και εις θάνατον.
34 ὁ δὲ εἶπε· λέγω σοι, Πέτρε, οὐ φωνήσει σήμερον ἀλέκτωρ πρὶν ἢ τρὶς ἀπαρνήσῃ μὴ εἰδέναι με.
Ο δε είπε· Σοι λέγω, Πέτρε, δεν θέλει φωνάξει σήμερον ο αλέκτωρ, πριν απαρνηθής τρίς ότι δεν με γνωρίζεις.
35 Καὶ εἶπεν αὐτοῖς· ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήθητε; οἱ δὲ εἶπον· οὐθενός.
Και είπε προς αυτούς· Ότε σας απέστειλα χωρίς βαλαντίου και σακκίου και υποδημάτων, μήπως εστερήθητέ τινός; οι δε είπον· Ουδενός.
36 εἶπεν οὖν αὐτοῖς· ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων πωλήσει τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγοράσει μάχαιραν.
Είπε λοιπόν προς αυτούς· Αλλά τώρα όστις έχει βαλάντιον ας λάβη αυτό μεθ' εαυτού, ομοίως και σακκίον, και όστις δεν έχει ας πωλήση το ιμάτιον αυτού και ας αγοράση μάχαιραν.
37 λέγω γὰρ ὑμῖν ὅτι ἔτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τὸ καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ τὰ περὶ ἐμοῦ τέλος ἔχει.
Διότι σας λέγω ότι έτι τούτο το γεγραμμένον πρέπει να εκτελεσθή εις εμέ, το, Και μετά ανόμων ελογίσθη. Διότι τα περί εμού γεγραμμένα λαμβάνουσι τέλος.
38 οἱ δὲ εἶπον· Κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο. ὁ δὲ εἶπεν αὐτοῖς· ἱκανόν ἐστι.
Οι δε είπον· Κύριε, ιδού, ήδη δύο μάχαιραι. Ο δε είπε προς αυτούς· Ικανόν είναι.
39 Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ.
Και εξελθών υπήγε κατά την συνήθειαν εις το όρος των Ελαιών· ηκολούθησαν δε αυτόν και οι μαθηταί αυτού.
40 γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς· προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν.
Αφού δε ήλθεν εις τον τόπον, είπε προς αυτούς· Προσεύχεσθε, διά να μη εισέλθητε εις πειρασμόν.
41 καὶ αὐτὸς ἀπεσπάσθη ἀπ᾽ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο
Και αυτός εχωρίσθη απ' αυτών ως λίθου βολήν, και γονατίσας προσηύχετο,
42 λέγων· πάτερ, εἰ βούλει παρενεγκεῖν τοῦτο τὸ ποτήριον ἀπ᾽ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σὸν γινέσθω.
λέγων· Πάτερ, εάν θέλης να απομακρύνης το ποτήριον τούτο απ' εμού· πλην ουχί το θέλημά μου, αλλά το σον ας γείνη.
43 ὤφθη δὲ αὐτῷ ἄγγελος ἀπ᾽ οὐρανοῦ ἐνισχύων αὐτόν.
Εφάνη δε εις αυτόν άγγελος απ' ουρανού ενισχύων αυτόν.
44 καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο. ἐγένετο δὲ ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν.
Και ελθών εις αγωνίαν, προσηύχετο θερμότερον, έγεινε δε ο ιδρώς αυτού ως θρόμβοι αίματος καταβαίνοντες εις την γην.
45 καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς, ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν αὐτοὺς κοιμωμένους ἀπὸ τῆς λύπης,
Και σηκωθείς από της προσευχής, ήλθε προς τους μαθητάς αυτού και εύρεν αυτούς κοιμωμένους από της λύπης,
46 καὶ εἶπεν αὐτοῖς· τί καθεύδετε; ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.
και είπε προς αυτούς· Τι κοιμάσθε; σηκώθητε και προσεύχεσθε, διά να μη εισέλθητε εις πειρασμόν.
47 Ἔτι δὲ αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας, εἷς τῶν δώδεκα, προῆγεν αὐτούς, καὶ ἤγγισε τῷ Ἰησοῦ φιλῆσαι αὐτόν· τοῦτο γὰρ σημεῖον δεδώκει αὐτοῖς· ὃν ἂν φιλήσω, αὐτός ἐστιν.
Ενώ δε αυτός ελάλει έτι, ιδού όχλος, και ο λεγόμενος Ιούδας, εις των δώδεκα, ήρχετο προ αυτών και επλησίασεν εις τον Ιησούν, διά να φιλήση αυτόν.
48 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως;
Ο δε Ιησούς είπε προς αυτόν· Ιούδα, με φίλημα παραδίδεις τον Υιόν του ανθρώπου;
49 ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπον αὐτῷ· Κύριε, εἰ πατάξομεν ἐν μαχαίρᾳ;
Ιδόντες δε οι περί αυτόν τι έμελλε να γείνη, είπον προς αυτόν· Κύριε, να κτυπήσωμεν με την μάχαιραν;
50 καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ οὖς τὸ δεξιόν.
Και εκτύπησεν εις εξ αυτών τον δούλον του αρχιερέως και απέκοψεν αυτού το ωτίον το δεξιόν.
51 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ἐᾶτε ἕως τούτου· καὶ ἁψάμενος τοῦ ὠτίου αὐτοῦ ἰάσατο αὐτόν.
Αποκριθείς δε ο Ιησούς, είπεν· Αφήσατε έως τούτου· και πιάσας το ωτίον αυτού ιάτρευσεν αυτόν.
52 εἶπε δὲ ὁ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ᾽ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους· ὡς ἐπὶ λῃστὴν ἐξεληλύθατε μετὰ μαχαιρῶν καὶ ξύλων;
Είπε δε ο Ιησούς προς τους ελθόντας επ' αυτόν αρχιερείς και στρατηγούς του ιερού και πρεσβυτέρους. Ως επί ληστήν εξήλθετε μετά μαχαιρών και ξύλων;
53 καθ᾽ ἡμέραν ὄντος μου μεθ᾽ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ᾽ ἐμέ. ἀλλ᾽ αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους.
καθ' ημέραν ήμην μεθ' υμών εν τω ιερώ και δεν ηπλώσατε τας χείρας επ' εμέ. Αλλ' αύτη είναι η ώρα σας και η εξουσία του σκότους.
54 Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον αὐτὸν εἰς τὸν οἶκον τοῦ ἀρχιερέως. ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν.
Συλλαβόντες δε αυτόν, έφεραν και εισήγαγον αυτόν εις τον οίκον του αρχιερέως. Ο δε Πέτρος ηκολούθει μακρόθεν.
55 ἁψάντων δὲ πυρὰν ἐν μέσῳ τῆς αὐλῆς καὶ συγκαθισάντων αὐτῶν ἐκάθητο ὁ Πέτρος ἐν μέσῳ αὐτῶν.
Αφού δε ανάψαντες πυρ εν τω μέσω της αυλής συνεκάθησαν, εκάθητο ο Πέτρος εν μέσω αυτών.
56 ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπε· καὶ οὗτος σὺν αὐτῷ ἦν.
Ιδούσα δε αυτόν μία τις δούλη καθήμενον προς το φως και ενατενίσασα εις αυτόν, είπε· Και ούτος ήτο μετ' αυτού.
57 ὁ δὲ ἠρνήσατο λέγων· γύναι, οὐκ οἶδα αὐτόν.
Ο δε ηρνήθη, λέγων· Γύναι, δεν γνωρίζω αυτόν.
58 καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη· καὶ σὺ ἐξ αὐτῶν εἶ. ὁ δὲ Πέτρος εἶπεν· ἄνθρωπε, οὐκ εἰμί.
Και μετ' ολίγον άλλος τις ιδών αυτόν, είπε· Και συ εξ αυτών είσαι. Ο δε Πέτρος είπεν· Άνθρωπε, δεν είμαι.
59 καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διισχυρίζετο λέγων· ἐπ᾽ ἀληθείας καὶ οὗτος μετ᾽ αὐτοῦ ἦν· καὶ γὰρ Γαλιλαῖός ἐστιν.
Και αφού επέρασεν ως μία ώρα, άλλος τις διϊσχυρίζετο, λέγων· Επ' αληθείας και ούτος μετ' αυτού ήτο· διότι Γαλιλαίος είναι.
60 εἶπε δὲ ὁ Πέτρος· ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα, ἔτι λαλοῦντος αὐτοῦ, ἐφώνησεν ἀλέκτωρ.
Είπε δε ο Πέτρος· Άνθρωπε, δεν εξεύρω τι λέγεις. Και παρευθύς, ενώ αυτός ελάλει έτι, εφώναξεν ο αλέκτωρ.
61 καὶ στραφεὶς ὁ Κύριος ἐνέβλεψε τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ λόγου τοῦ Κυρίου, ὡς εἶπεν αὐτῷ ὅτι πρὶν ἀλέκτορα φωνῆσαι ἀπαρνήσῃ με τρίς·
Και στραφείς ο Κύριος ενέβλεψεν εις τον Πέτρον, και ενεθυμήθη ο Πέτρος τον λόγον του Κυρίου, ότι είπε προς αυτόν ότι πριν φωνάξη ο αλέκτωρ, θέλεις με απαρνηθή τρίς.
62 καὶ ἐξελθὼν ἔξω ὁ Πέτρος ἔκλαυσε πικρῶς.
Και εξελθών έξω ο Πέτρος έκλαυσε πικρώς.
63 Καὶ οἱ ἄνδρες οἱ συνέχοντες τὸν Ἰησοῦν ἐνέπαιζον αὐτῷ δέροντες,
Και οι άνδρες οι κρατούντες τον Ιησούν ενέπαιζον αυτόν δέροντες,
64 καὶ περικαλύψαντες αὐτὸν ἔτυπτον αὐτοῦ τὸ πρόσωπον καὶ ἐπηρώτων αὐτὸν λέγοντες· προφήτευσον τίς ἐστιν ὁ παίσας σε;
και περικαλύψαντες αυτόν ερράπιζον το πρόσωπον αυτού και ηρώτων αυτόν, λέγοντες· Προφήτευσον τις είναι όστις σε εκτύπησε;
65 καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν.
Και άλλα πολλά βλασφημούντες έλεγον εις αυτόν.
66 Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς καὶ γραμματεῖς, καὶ ἀνήγαγον αὐτὸν εἰς τὸ συνέδριον ἑαυτῶν λέγοντες·
Και καθώς έγεινεν ημέρα, συνήχθη το πρεσβυτέριον του λαού, αρχιερείς τε και γραμματείς, και ανεβίβασαν αυτόν εις το συνέδριον αυτών, λέγοντες·
67 εἰ σὺ εἶ ὁ Χριστός, εἰπὲ ἡμῖν. εἶπε δὲ αὐτοῖς· ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε,
Συ είσαι ο Χριστός; ειπέ προς ημάς· είπε δε προς αυτούς. Εάν σας είπω, δεν θέλετε πιστεύσει,
68 ἐὰν δὲ καὶ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτέ μοι ἢ ἀπολύσητε·
εάν δε και ερωτήσω, δεν θέλετε μοι αποκριθή ουδέ θέλετε με απολύσει·
69 ἀπὸ τοῦ νῦν ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Θεοῦ.
από του νυν θέλει είσθαι ο Υιός του ανθρώπου καθήμενος εκ δεξιών της δυνάμεως του Θεού.
70 εἶπον δὲ πάντες· σὺ οὖν εἶ ὁ υἱὸς τοῦ Θεοῦ; ὁ δὲ πρὸς αὐτοὺς ἔφη· ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι.
Είπον δε πάντες· Συ λοιπόν είσαι ο Υιός του Θεού; Ο δε είπε προς αυτούς· Σεις λέγετε ότι εγώ είμαι.
71 οἱ δὲ εἶπον· τί ἔτι χρείαν ἔχομεν μαρτυρίας; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.
Οι δε είπον· Τι χρείαν έχομεν πλέον μαρτυρίας; διότι ημείς αυτοί ηκούσαμεν από του στόματος αυτού.

< Κατα Λουκαν 22 >