< Προς Εβραιους 12 >

1 Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι᾽ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα,
Λοιπόν και ημείς, περικυκλωμένοι όντες υπό τοσούτου νέφους μαρτύρων, ας απορρίψωμεν παν βάρος και την ευκόλως εμπεριπλέκουσαν ημάς αμαρτίαν, και ας τρέχωμεν μεθ' υπομονής τον προκείμενον εις ημάς αγώνα,
2 ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν.
αποβλέποντες εις τον Ιησούν, τον αρχηγόν και τελειωτήν της πίστεως, όστις υπέρ της χαράς της προκειμένης εις αυτόν υπέφερε σταυρόν, καταφρονήσας την αισχύνην, και εκάθησεν εν δεξιά του θρόνου του Θεού.
3 ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς αὐτὸν ἀντιλογίαν, ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι.
Διότι συλλογίσθητε τον υπομείναντα υπό των αμαρτωλών τοιαύτην αντιλογίαν εις εαυτόν, διά να μη αποκάμητε χαυνούμενοι κατά τας ψυχάς σας.
4 Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι,
Δεν αντεστάθητε έτι μέχρις αίματος αγωνιζόμενοι κατά της αμαρτίας,
5 καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται· υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ᾽ αὐτοῦ ἐλεγχόμενος.
και ελησμονήσατε την νουθεσίαν, ήτις λαλεί προς εσάς ως προς υιούς, λέγουσα· Υιέ μου, μη καταφρονής την παιδείαν του Κυρίου, μηδέ αθυμής ελεγχόμενος υπ' αυτού.
6 ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.
Διότι όντινα αγαπά Κύριος παιδεύει και μαστιγόνει πάντα υιόν, τον οποίον παραδέχεται.
7 εἰ παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός· τίς γάρ ἐστιν υἱὸς ὃν οὐ παιδεύει πατήρ;
Εάν υπομένητε την παιδείαν, ο Θεός φέρεται προς εσάς ως προς υιούς· διότι τις υιός είναι, τον οποίον δεν παιδεύει ο πατήρ;
8 εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστὲ καὶ οὐχ υἱοί.
Εάν όμως ήσθε χωρίς παιδείαν, της οποίας έγειναν μέτοχοι πάντες, άρα είσθε νόθοι και ουχί υιοί,
9 εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα· οὐ πολλῷ μᾶλλον ὑποταγησόμεθα τῷ πατρὶ τῶν πνευμάτων καὶ ζήσομεν;
έπειτα τους μεν κατά σάρκα πατέρας ημών είχομεν παιδευτάς και εσεβόμεθα αυτούς· δεν θέλομεν υποταχθή πολλώ μάλλον εις τον Πατέρα των πνευμάτων και ζήσει;
10 οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον, ὁ δὲ ἐπὶ τὸ συμφέρον, εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ.
Διότι εκείνοι μεν προς ολίγας ημέρας επαίδευον ημάς κατά την αρέσκειαν αυτών, ο δε προς το συμφέρον ημών, διά να γείνωμεν μέτοχοι της αγιότητος αυτού.
11 πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης, ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι᾽ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης.
Πάσα δε παιδεία προς μεν το παρόν δεν φαίνεται ότι είναι πρόξενος χαράς, αλλά λύπης, ύστερον όμως αποδίδει εις τους γυμνασθέντας δι' αυτής καρπόν ειρηνικόν δικαιοσύνης.
12 Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε,
Διά τούτο ανορθώσατε τας κεχαυνωμένας χείρας και τα παραλελυμένα γόνατα,
13 καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.
και κάμετε εις τους πόδας σας ευθείας οδούς, διά να μη εκτραπή το χωλόν, αλλά μάλλον να θεραπευθή.
14 Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον,
Ζητείτε ειρήνην μετά πάντων, και τον αγιασμόν, χωρίς του οποίου ουδείς θέλει ιδεί τον Κύριον,
15 ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ, μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ καὶ διὰ ταύτης μιανθῶσι πολλοί,
παρατηρούντες μήπως υστερήταί τις από της χάριτος του Θεού, μήπως ρίζα τις πικρίας αναφύουσα φέρη ενόχλησιν και διά ταύτης μιανθώσι πολλοί,
16 μή τις πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ.
μήπως ήναι τις πόρνος ή βέβηλος καθώς ο Ησαύ, όστις διά μίαν βρώσιν επώλησε τα πρωτοτόκια αυτού.
17 ἴστε γὰρ ὅτι καὶ μετέπειτα, θέλων κληρονομῆσαι τὴν εὐλογίαν, ἀπεδοκιμάσθη· μετανοίας γὰρ τόπον οὐχ εὗρε, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν.
Επειδή εξεύρετε ότι και μετέπειτα, θέλων να κληρονομήση την ευλογίαν, απεδοκιμάσθη, διότι δεν εύρε τόπον μετανοίας, αν και εξεζήτησεν αυτήν μετά δακρύων.
18 Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ ὄρει καὶ κεκαυμένῳ πυρὶ καὶ γνόφῳ καὶ σκότῳ καὶ θυέλλῃ
Διότι δεν προσήλθετε εις όρος ψηλαφώμενον και καιόμενον με πυρ και εις ζόφον και σκότος και ανεμοστρόβιλον
19 καὶ σάλπιγγος ἤχῳ καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον·
και εις σάλπιγγος ήχον και φωνήν λόγων, την οποίαν οι ακούσαντες παρεκάλεσαν να μη λαληθή πλέον προς αυτούς ο λόγος·
20 οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον· κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται·
διότι δεν υπέφερον το προσταττόμενον· Και ζώον εάν εγγίση το όρος, θέλει λιθοβοληθή ή με βέλη θέλει κατατοξευθή·
21 καί· οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον! Μωϋσῆς εἶπεν· ἔκφοβός εἰμι καὶ ἔντρομος·
και τόσον φοβερόν ήτο το φαινόμενον, ώστε ο Μωϋσής είπε· Κατάφοβος είμαι και έντρομος·
22 ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων,
αλλά προσήλθετε εις όρος Σιών και εις πόλιν Θεού ζώντος, την επουράνιον Ιερουσαλήμ, και εις μυριάδας αγγέλων,
23 πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων, καὶ κριτῇ Θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων,
εις πανήγυριν και εκκλησίαν πρωτοτόκων καταγεγραμμένων εν τοις ουρανοίς, και εις Θεόν κριτήν πάντων, και εις πνεύματα δικαίων οίτινες έλαβον την τελειότητα,
24 καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ.
και εις νέας διαθήκης μεσίτην Ιησούν, και εις αίμα καθαρισμού το οποίον λαλεί καλήτερα παρά το του Άβελ.
25 Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα. εἰ γὰρ ἐκεῖνοι οὐκ ἔφυγον τὸν ἐπὶ τῆς γῆς παραιτησάμενοι χρηματίζοντα, πολλῷ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ᾽ οὐρανῶν ἀποστρεφόμενοι·
Προσέχετε μη καταφρονήσητε τον λαλούντα. Διότι αν εκείνοι δεν απέφυγον, καταφρονήσαντες τον λαλούντα προς αυτούς επί της γης, πολλώ μάλλον ημείς εάν αποστραφώμεν τον λαλούντα από των ουρανών·
26 οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσε τότε, νῦν δὲ ἐπήγγελται λέγων· ἔτι ἅπαξ ἐγὼ σείω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν.
του οποίου η φωνή την γην εσάλευσε τότε, τώρα δε υπεσχέθη, λέγων· Έτι άπαξ εγώ σείω ουχί μόνον την γην, αλλά και τον ουρανόν.
27 τὸ δὲ ἔτι ἅπαξ δηλοῖ τῶν σαλευομένων τὴν μετάθεσιν ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα.
Το δε έτι άπαξ δηλοί των σαλευομένων την μετάθεσιν ως χειροποιήτων, διά να μείνωσι τα μη σαλευόμενα.
28 Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχωμεν χάριν, δι᾽ ἧς λατρεύωμεν εὐαρέστως τῷ Θεῷ μετὰ αἰδοῦς καὶ εὐλαβείας·
Διά τούτο παραλαμβάνοντες βασιλείαν ασάλευτον, ας κρατώμεν την χάριν, διά της οποίας να λατρεύωμεν ευαρέστως τον Θεόν με σέβας και ευλάβειαν.
29 καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον.
Διότι ο Θεός ημών είναι πυρ καταναλίσκον.

< Προς Εβραιους 12 >