< Προς Γαλατας 4 >
1 Λέγω δέ, ἐφ᾽ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν,
Λέγω δε, εφ' όσον χρόνον ο κληρονόμος είναι νήπιος, δεν διαφέρει δούλου, αν και ήναι κύριος πάντων,
2 ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός.
αλλ' είναι υπό επιτρόπους και οικονόμους μέχρι της προθεσμίας υπό του πατρός.
3 οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι·
Ούτω και ημείς, ότε ήμεθα νήπιοι, υπό τα στοιχεία του κόσμου ήμεθα δεδουλωμένοι·
4 ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον,
ότε όμως ήλθε το πλήρωμα του χρόνου, εξαπέστειλεν ο Θεός τον Υιόν αυτού, όστις εγεννήθη εκ γυναικός και υπετάγη εις τον νόμον,
5 ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.
διά να εξαγοράση τους υπό νόμον, διά να λάβωμεν την υιοθεσίαν.
6 Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κρᾶζον· ἀββᾶ ὁ πατήρ.
Και επειδή είσθε υιοί, εξαπέστειλεν ο Θεός το Πνεύμα του Υιού αυτού εις τας καρδίας σας, το οποίον κράζει· Αββά, ο Πατήρ.
7 ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ᾽ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ.
Όθεν δεν είσαι πλέον δούλος αλλ' υιός· εάν δε υιός, και κληρονόμος του Θεού διά του Χριστού.
8 Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεὸν ἐδουλεύσατε τοῖς μὴ φύσει οὖσι θεοῖς·
Αλλά τότε μεν μη γνωρίζοντες τον Θεόν, εδουλεύσατε εις τους μη φύσει όντας Θεούς·
9 νῦν δὲ γνόντες Θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε;
τώρα δε αφού εγνωρίσατε τον Θεόν, μάλλον δε εγνωρίσθητε υπό του Θεού, πως επιστρέφετε πάλιν εις τα ασθενή και πτωχά στοιχεία, εις τα οποία πάλιν ως πρότερον θέλετε να δουλεύητε;
10 ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς!
Ημέρας παρατηρείτε και μήνας και καιρούς και ενιαυτούς.
11 φοβοῦμαι ὑμᾶς μήπως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς.
Φοβούμαι διά σας, μήπως ματαίως εκοπίασα εις εσάς.
12 Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς, ἀδελφοί, δέομαι ὑμῶν. οὐδέν με ἠδικήσατε.
Γίνεσθε ως εγώ, διότι και εγώ είμαι καθώς σεις, αδελφοί, σας παρακαλώ, ουδόλως με ηδικήσατε·
13 οἴδατε δὲ ὅτι δι᾽ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον,
εξεύρετε δε ότι πρότερον σας εκήρυξα το ευαγγέλιον εν ασθενεία της σαρκός,
14 καὶ τὸν πειρασμόν μου τὸν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε, ἀλλ᾽ ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν.
και δεν εξουθενήσατε ουδ' απερρίψατε τον πειρασμόν μου τον εν τη σαρκί μου, αλλά με εδέχθητε ως άγγελον Θεού, ως Χριστόν Ιησούν.
15 τίς οὖν ἦν ὁ μακαρισμὸς ὑμῶν; μαρτυρῶ γὰρ ὑμῖν ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι.
Τις λοιπόν ήτο ο μακαρισμός σας; επειδή μαρτυρώ προς εσάς ότι ει δυνατόν τους οφθαλμούς σας ηθέλετε εκβάλει και δώσει εις εμέ.
16 ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν;
Εχθρός σας έγεινα λοιπόν, διότι σας λέγω την αλήθειαν;
17 ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε.
Δεικνύουσι ζήλον προς εσάς, ουχί όμως καλόν, αλλά θέλουσι να σας αποκλείσωσι, διά να έχητε σεις ζήλον προς αυτούς.
18 καλὸν δὲ τὸ ζηλοῦσθαι ἐν καλῷ πάντοτε καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς.
Καλόν δε είναι να ήσθε ζηλωταί προς το καλόν πάντοτε και ουχί μόνον όταν ευρίσκωμαι μεταξύ σας.
19 τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν!
Τεκνία μου, διά τους οποίους πάλιν είμαι εις ωδίνας, εωσού μορφωθή ο Χριστός εν υμίν·
20 ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι καὶ ἀλλάξαι τὴν φωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν.
ήθελον δε να παρευρίσκωμαι μεταξύ σας τώρα και να αλλάξω την φωνήν μου, διότι απορώ διά σας.
21 Λέγετέ μοι οἱ ὑπὸ νόμον θέλοντες εἶναι· τὸν νόμον οὐκ ἀκούετε;
Είπατέ μοι οι θέλοντες να ήσθε υπό νόμον· τον νόμον δεν ακούετε;
22 γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας.
Διότι είναι γεγραμμένον ότι ο Αβραάμ εγέννησε δύο υιούς, ένα εκ της δούλης και ένα εκ της ελευθέρας.
23 ἀλλ᾽ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας.
Αλλ' ο μεν εκ της δούλης εγεννήθη κατά σάρκα, ο δε εκ της ελευθέρας διά της επαγγελίας·
24 ἅτινά ἐστιν ἀλληγορούμενα. αὗται γάρ εἰσι δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ·
Τα οποία είναι κατά αλληγορίαν· διότι αύται είναι αι δύο διαθήκαι, μία μεν από του όρους Σινά, η γεννώσα προς δουλείαν, ήτις είναι η Άγαρ.
25 τὸ γὰρ Ἄγαρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ, δουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς·
Διότι το Άγαρ είναι το όρος Σινά εν τη Αραβία, και ταυτίζεται με την σημερινήν Ιερουσαλήμ, είναι δε εις δουλείαν μετά των τέκνων αυτής·
26 ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν.
η δε άνω Ιερουσαλήμ είναι ελευθέρα, ήτις είναι μήτηρ πάντων ημών.
27 γέγραπται γάρ· εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.
Διότι είναι γεγραμμένον· Ευφράνθητι, στείρα η μη τίκτουσα, έκβαλε φωνήν και βόησον, η μη ωδίνουσα· διότι τα τέκνα της ερήμου είναι πλειότερα παρά τα τέκνα της εχούσης τον άνδρα.
28 ἡμεῖς δέ, ἀδελφοί, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐσμέν.
Ημείς δε, αδελφοί, καθώς ο Ισαάκ επαγγελίας τέκνα είμεθα.
29 ἀλλ᾽ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκε τὸν κατὰ πνεῦμα, οὕτω καὶ νῦν.
Αλλά καθώς τότε ο κατά σάρκα γεννηθείς εδίωκε τον κατά πνεύμα, ούτω και τώρα.
30 ἀλλὰ τί λέγει ἡ γραφή; ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς· οὐ μὴ γὰρ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας.
Αλλά τι λέγει η γραφή; Έκβαλε την δούλην και τον υιόν αυτής· διότι δεν θέλει κληρονομήσει ο υιός της δούλης μετά του υιού της ελευθέρας.
31 Ἄρα, ἀδελφοί, οὐκ ἐσμὲν παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας.
Λοιπόν, αδελφοί, δεν είμεθα της δούλης τέκνα, αλλά της ελευθέρας.