< Πραξεις 22 >

1 Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ ἀπολογίας.
«برادران عزیز و پدران من، اجازه دهید برای دفاع از خود چند کلمه سخن بگویم.»
2 ἀκούσαντες δὲ ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς, μᾶλλον παρέσχον ἡσυχίαν.
وقتی شنیدند به زبان خودشان سخن می‌گوید، بیشتر ساکت شدند.
3 καί φησιν· ἐγὼ μέν εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ Θεοῦ καθὼς πάντες ὑμεῖς ἐστε σήμερον.
آنگاه پولس گفت: «من نیز مانند شما یهودی هستم و در شهر طرسوس قیلیقیه به دنیا آمده‌ام. ولی در همین اورشلیم، در خدمت غمالائیل تحصیل کرده‌ام. در مکتب او احکام و آداب و رسوم دین یهود را به‌دقت فراگرفتم، و بسیار غیرت داشتم که در هر کاری باعث تکریم خدا گردم، همان‌گونه که شما نیز امروز برای او غیرت دارید.
4 ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας,
من پیروان طریقت عیسی را تا سرحد مرگ شکنجه و آزار می‌دادم؛ و مردان و زنان مسیحی را دستگیر و زندانی می‌کردم.
5 ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον· παρ᾽ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφοὺς εἰς Δαμασκὸν ἐπορευόμην ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἱερουσαλὴμ ἵνα τιμωρηθῶσιν.
کاهن اعظم و اعضای شورای عالی یهود شاهد هستند که آنچه می‌گویم راست است، زیرا از آنان خطاب به سران یهود در دمشق نامه دریافت کردم تا اجازه دهند مسیحیان را بیابم و دست بسته به اورشلیم بیاورم تا مجازات شوند.
6 Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ,
«وقتی در راه دمشق بودم، نزدیک ظهر ناگهان نور خیره‌کننده‌ای از آسمان گرداگرد من تابید،
7 ἔπεσόν τε εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνῆς λεγούσης μοι· Σαοὺλ Σαούλ, τί με διώκεις;
به طوری که بر زمین افتادم و صدایی شنیدم که به من می‌گفت:”شائول! شائول! چرا به من جفا می‌کنی؟“
8 ἐγὼ δὲ ἀπεκρίθην· τίς εἶ, Κύριε; εἶπέ τε πρός με· ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις.
«پرسیدم:”خداوندا، تو کیستی؟“«فرمود:”من عیسای ناصری هستم، همان که تو به او جفا می‌رسانی!“
9 οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο καὶ ἔμφοβοι ἐγένοντο, τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι.
«همراهان من نور را دیدند، اما گفته‌های کسی را که با من سخن می‌گفت، درک نکردند.
10 εἶπον δέ· τί ποιήσω, Κύριε; ὁ δὲ Κύριος εἶπε πρός με· ἀναστὰς πορεύου εἰς Δαμασκόν, κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι.
«گفتم:”خداوندا، حالا چه کنم؟“«خداوند فرمود:”برخیز و به دمشق برو. در آنجا آنچه لازم است به تو گفته خواهد شد.“
11 ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι ἦλθον εἰς Δαμασκόν.
«من از شدّت آن نور نابینا شدم. پس همراهانم دستم را گرفتند و به دمشق بردند.
12 Ἀνανίας δέ τις, ἀνὴρ εὐσεβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων [ἐν Δαμασκῷ] Ἰουδαίων,
در آنجا شخصی بود به نام حنانیا که مردی دیندار بود، و با دقت احکام خدا را اطاعت می‌کرد و در بین یهودیان دمشق عزیز و محترم بود.
13 ἐλθὼν πρός με καὶ ἐπιστὰς εἶπέ μοι· Σαοὺλ ἀδελφέ, ἀνάβλεψον. κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν.
حنانیا نزد من آمد، در کنارم ایستاد و گفت:”ای برادر شائول، بینا شو!“و همان لحظه بینا شدم و توانستم او را ببینم!
14 ὁ δὲ εἶπεν· ὁ Θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ καὶ ἰδεῖν τὸν δίκαιον καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ,
«سپس به من گفت:”خدای نیاکان ما تو را برگزیده تا ارادۀ او را بدانی و آن عادل، یعنی مسیح موعود را با چشمان خود دیده، کلامی از دهان او بشنوی.
15 ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας.
تو باید پیغام او را به همه جا ببری و آنچه را که دیده و شنیده‌ای، برای همه بازگو کنی.
16 καὶ νῦν τί μέλλεις; ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου, ἐπικαλεσάμενος τὸ ὄνομα τοῦ Κυρίου.
حالا چرا معطلی؟ برخیز و تعمید بگیر، و نام او را بخوان تا از گناهانت پاک شوی.“
17 Ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἱερουσαλὴμ καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ γενέσθαι με ἐν ἐκστάσει καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι·
«یک روز پس از بازگشتم به اورشلیم، در حالی که در معبد دعا می‌کردم، از خود بیخود شدم
18 σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἱερουσαλήμ, διότι οὐ παραδέξονταί σου τὴν μαρτυρίαν περὶ ἐμοῦ.
و در رؤیایی او را دیدم که می‌گفت:”عجله کن! از اورشلیم بیرون برو چون اهالی این شهر پیغام تو را رد می‌کنند.“
19 κἀγὼ εἶπον· Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ·
«گفتم:”خداوندا، ولی آنها حتماً می‌دانند که من مسیحیان را در هر کنیسه می‌زدم و زندانی می‌کردم.
20 καὶ ὅτε ἐξεχεῖτο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ καὶ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν.
وقتی شاهد تو استیفان کشته می‌شد، من آنجا ایستاده، با کشتن او موافق بودم و لباسهای اشخاصی را که او را سنگسار می‌کردند، نگه می‌داشتم.“
21 καὶ εἶπε πρός με· πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.
«ولی خداوند به من فرمود:”از اورشلیم بیرون بیا، چون می‌خواهم تو را به مکانهای دور، نزد غیریهودیان بفرستم!“»
22 Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου, καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες· αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον· οὐ γὰρ καθῆκεν αὐτὸν ζῆν.
مردم به سخنان پولس گوش سپردند، تا جایی که او کلمهٔ غیریهودیان را بر زبان آورد. پس همگی صدای خود را بلند کرده، فریاد می‌زدند: «چنین شخصی را از صفحۀ روزگار محو کنید! او لایق زنده بودن نیست!»
23 κραυγαζόντων δὲ αὐτῶν καὶ ῥιπτόντων τὰ ἱμάτια καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα,
مردم پشت سر هم فریاد می‌زدند، و لباسهای خود را در هوا تکان می‌دادند و گرد و خاک بلند می‌کردند.
24 ἐκέλευσεν αὐτὸν ὁ χιλίαρχος ἄγεσθαι εἰς τὴν παρεμβολήν, εἰπὼν μάστιξιν ἀνετάζεσθαι αὐτόν, ἵνα ἐπιγνῷ δι᾽ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ.
آنگاه فرماندهٔ هنگ، پولس را به داخل قلعه آورد و دستور داد او را شلّاق بزنند تا به جرم خود اعتراف کند. مخصوصاً می‌خواست بداند چرا مردم چنین خشمگین شده‌اند.
25 ὡς δὲ προέτειναν αὐτὸν τοῖς ἱμᾶσιν, εἶπε πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος· εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν;
وقتی او را می‌بستند تا شلّاق بزنند، پولس به افسری که آنجا ایستاده بود گفت: «آیا قانون به شما اجازه می‌دهد یک رومی را بدون بازجویی شلّاق بزنید؟»
26 ἀκούσας δὲ ὁ ἑκατόνταρχος, προσελθὼν ἀπήγγειλε τῷ χιλιάρχῳ λέγων· ὅρα τί μέλλεις ποιεῖν· ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστι.
افسر وقتی این را شنید پیش فرمانده رفت و گفت: «می‌دانی چه می‌کنی؟ این مرد رومی است!»
27 προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ· λέγε μοι εἰ σὺ Ῥωμαῖος εἶ. ὁ δὲ ἔφη· ναί.
فرمانده پیش پولس رفت و پرسید: «بگو ببینم، آیا تو رومی هستی؟» پولس گفت: «بله، من رومی هستم.»
28 ἀπεκρίθη τε ὁ χιλίαρχος· ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. ὁ δὲ Παῦλος ἔφη· ἐγὼ δὲ καὶ γεγέννημαι.
فرمانده گفت: «من هم تابع روم هستم، برای من خیلی گران تمام شد تا توانستم رومی بشوم!» پولس گفت: «ولی من رومی به دنیا آمدم!»
29 εὐθέως οὖν ἀπέστησαν ἀπ᾽ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν· καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστι, καὶ ὅτι ἦν αὐτὸν δεδεκώς.
کسانی که قرار بود از او بازجویی کنند، وقتی شنیدند رومی است، با عجله از آنجا دور شدند. فرمانده نیز بسیار ترسید زیرا دستور داده بود یک تبعهٔ روم را ببندند و شلّاق بزنند.
30 Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλές, τὸ τί κατηγορεῖται παρὰ τῶν Ἰουδαίων, ἔλυσεν αὐτὸν ἀπὸ τῶν δεσμῶν καὶ ἐκέλευσεν ἐλθεῖν τοὺς ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον αὐτῶν, καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς.
روز بعد، فرمانده پولس را از زندان بیرون آورد و دستور داد کاهنان اعظم و شورای یهود جلسه‌ای تشکیل بدهند. پولس را نیز حاضر کرد تا در بازجویی علّت تمام این دردسرها معلوم شود.

< Πραξεις 22 >