< Πετρου Β΄ 1 >
1 Συμεὼν Πέτρος, δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ, τοῖς ἰσότιμον ἡμῖν λαχοῦσι πίστιν ἐν δικαιοσύνῃ τοῦ Θεοῦ ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ·
Συμεών Πέτρος, δούλος και απόστολος του Ιησού Χριστού, προς τους όσοι έλαχον ισότιμον με ημάς πίστιν εις την δικαιοσύνην του Θεού ημών και Σωτήρος Ιησού Χριστού·
2 χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ Θεοῦ καὶ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν.
χάρις και ειρήνη πληθυνθείη εις εσάς διά της επιγνώσεως του Θεού και του Ιησού του Κυρίου ημών.
3 Ὡς πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς διὰ δόξης καὶ ἀρετῆς,
Καθώς η θεία δύναμις αυτού εχάρισεν εις ημάς πάντα τα προς ζωήν και ευσέβειαν διά της επιγνώσεως του καλέσαντος ημάς διά της δόξης αυτού και αρετής,
4 δι᾽ ὧν τὰ τίμια ἡμῖν καὶ μέγιστα ἐπαγγέλματα δεδώρηται, ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως ἀποφυγόντες τῆς ἐν κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς.
διά των οποίων εδωρήθησαν εις ημάς αι μέγισται και τίμιαι επαγγελίαι, ίνα διά τούτων γείνητε κοινωνοί θείας φύσεως, αποφυγόντες την εν τω κόσμω υπάρχουσαν διά της επιθυμίας διαφθοράν.
5 καὶ αὐτὸ τοῦτο δὲ σπουδὴν πᾶσαν παρεισενέγκαντες ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν,
Και δι' αυτό δε τούτο καταβαλόντες πάσαν σπουδήν, προσθέσατε εις την πίστιν σας την αρετήν, εις δε την αρετήν την γνώσιν,
6 ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονήν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν,
εις δε την γνώσιν την εγκράτειαν, εις δε την εγκράτειαν την υπομονήν, εις δε την υπομονήν την ευσέβειαν,
7 ἐν δὲ τῇ εὐσεβείᾳ τὴν φιλαδελφίαν, ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην.
εις δε την ευσέβειαν την φιλαδελφίαν, εις δε την φιλαδελφίαν την αγάπην.
8 ταῦτα γὰρ ὑμῖν ὑπάρχοντα καὶ πλεονάζοντα οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπίγνωσιν·
Διότι, εάν ταύτα υπάρχωσιν εις εσάς και περισσεύωσι, σας καθιστώσιν ουχί αργούς ουδέ ακάρπους εις την επίγνωσιν του Κυρίου ημών Ιησού Χριστού·
9 ᾧ γὰρ μὴ πάρεστι ταῦτα, τυφλός ἐστι, μυωπάζων, λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ ἁμαρτιῶν.
επειδή εις όντινα δεν υπάρχουσι ταύτα, τυφλός είναι, μυωπάζει και ελησμόνησε τον καθαρισμόν των παλαιών αυτού αμαρτιών.
10 διὸ μᾶλλον, ἀδελφοί, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε.
Διά τούτο, αδελφοί, επιμελήθητε περισσότερον να κάμητε βεβαίαν την κλήσιν και την εκλογήν σας· διότι ταύτα κάμνοντες δεν θέλετε πταίσει ποτέ.
11 οὕτω γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ Κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. (aiōnios )
Διότι ούτω θέλει σας δοθή πλουσίως η είσοδος εις την αιώνιον βασιλείαν του Κυρίου ημών και Σωτήρος Ιησού Χριστού. (aiōnios )
12 Διὸ οὐκ ἀμελήσω ἀεὶ ὑμᾶς ὑπομιμνήσκειν περὶ τούτων, καίπερ εἰδότας καὶ ἐστηριγμένους ἐν τῇ παρούσῃ ἀληθείᾳ.
Όθεν δεν θέλω αμελήσει να σας υπενθυμίζω πάντοτε περί τούτων, καίτοι ειδότας και εστηριγμένους εις την παρούσαν αλήθειαν.
13 δίκαιον δὲ ἡγοῦμαι, ἐφ᾽ ὅσον εἰμὶ ἐν τούτῳ τῷ σκηνώματι, διεγείρειν ὑμᾶς ἐν ὑπομνήσει,
Στοχάζομαι όμως δίκαιον, εφ' όσον είμαι εν τούτω τω σκηνώματι, να σας διεγείρω διά της υπενθυμίσεως,
14 εἰδὼς ὅτι ταχινή ἐστιν ἡ ἀπόθεσις τοῦ σκηνώματός μου, καθὼς καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐδήλωσέ μοι.
επειδή εξεύρω ότι εντός ολίγον θέλω αποθέσει το σκήνωμά μου, καθώς και ο Κύριος ημών Ιησούς Χριστός μοι εφανέρωσε.
15 σπουδάσω δὲ καὶ ἑκάστοτε ἔχειν ὑμᾶς μετὰ τὴν ἐμὴν ἔξοδον τὴν τούτων μνήμην ποιεῖσθαι.
Θέλω όμως επιμεληθή, ώστε σεις και μετά την αποβίωσίν μου να δύνασθε πάντοτε να ενθυμήσθε αυτά.
16 Οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν, ἀλλ᾽ ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος.
Διότι σας εγνωστοποιήσαμεν την δύναμιν και παρουσίαν του Κυρίου ημών Ιησού Χριστού, ουχί μύθους σοφιστικούς ακολουθήσαντες, αλλ' αυτόπται γενόμενοι της εκείνου μεγαλειότητος.
17 λαβὼν γὰρ παρὰ Θεοῦ πατρὸς τιμὴν καὶ δόξαν φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς μεγαλοπρεποῦς δόξης, οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, εἰς ὃν ἐγὼ εὐδόκησα, —
Διότι έλαβε παρά Θεού Πατρός τιμήν και δόξαν, ότε ήλθεν εις αυτόν τοιαύτη φωνή υπό της μεγαλοπρεπούς δόξης, Ούτος είναι ο Υιός μου ο αγαπητός, εις τον οποίον εγώ ευηρεστήθην·
18 καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ ἐνεχθεῖσαν, σὺν αὐτῷ ὄντες ἐν τῷ ὄρει τῷ ἁγίῳ.
και ταύτην την φωνήν ημείς ηκούσαμεν εξ ουρανού ελθούσαν, όντες μετ' αυτού εν τω όρει τω αγίω.
19 καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν,
Και έχομεν βεβαιότερον τον προφητικόν λόγον, εις τον οποίον κάμνετε καλά να προσέχητε ως εις λύχνον φέγγοντα εν σκοτεινώ τόπω, εωσού έλθη η αυγή της ημέρας και ο φωσφόρος ανατείλη εν ταις καρδίαις υμών·
20 τοῦτο πρῶτον γινώσκοντες, ὅτι πᾶσα προφητεία γραφῆς ἰδίας ἐπιλύσεως οὐ γίνεται.
τούτο πρώτον εξεύροντες, ότι ουδεμία προφητεία της γραφής γίνεται εξ ιδίας του προφητεύοντος διασαφήσεως·
21 οὐ γὰρ θελήματι ἀνθρώπου ἠνέχθη ποτὲ προφητεία, ἀλλ᾽ ὑπὸ Πνεύματος Ἁγίου φερόμενοι ἐλάλησαν ἅγιοι Θεοῦ ἄνθρωποι.
διότι δεν ήλθε ποτέ προφητεία εκ θελήματος ανθρώπου, αλλ' υπό του Πνεύματος του Αγίου κινούμενοι ελάλησαν οι άγιοι άνθρωποι του Θεού.