< Προς Κορινθιους Β΄ 12 >

1 Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι· ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου.
καυχασθαι δει ου συμφερον μεν ελευσομαι δε εις οπτασιας και αποκαλυψεις κυριου
2 οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων· εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ.
οιδα ανθρωπον εν χριστω προ ετων δεκατεσσαρων ειτε εν σωματι ουκ οιδα ειτε εκτος του σωματος ουκ οιδα ο θεος οιδεν αρπαγεντα τον τοιουτον εως τριτου ουρανου
3 καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον· εἴτε ἐν σώματι εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν·
και οιδα τον τοιουτον ανθρωπον ειτε εν σωματι ειτε χωρις του σωματος {VAR1: [ουκ οιδα] } {VAR2: ουκ οιδα } ο θεος οιδεν
4 ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.
οτι ηρπαγη εις τον παραδεισον και ηκουσεν αρρητα ρηματα α ουκ εξον ανθρωπω λαλησαι
5 ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου.
υπερ του τοιουτου καυχησομαι υπερ δε εμαυτου ου καυχησομαι ει μη εν ταις ασθενειαις
6 ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δὲ μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει τι ἐξ ἐμοῦ.
εαν γαρ θελησω καυχησασθαι ουκ εσομαι αφρων αληθειαν γαρ ερω φειδομαι δε μη τις εις εμε λογισηται υπερ ο βλεπει με η ακουει {VAR2: [τι] } εξ εμου
7 Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ ἵνα μὴ ὑπεραίρωμαι.
και τη υπερβολη των αποκαλυψεων διο ινα μη υπεραιρωμαι εδοθη μοι σκολοψ τη σαρκι αγγελος σατανα ινα με κολαφιζη ινα μη υπεραιρωμαι
8 ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ᾽ ἐμοῦ·
υπερ τουτου τρις τον κυριον παρεκαλεσα ινα αποστη απ εμου
9 καὶ εἴρηκέ μοι· ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ᾽ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.
και ειρηκεν μοι αρκει σοι η χαρις μου η γαρ δυναμις εν ασθενεια τελειται ηδιστα ουν μαλλον καυχησομαι εν ταις ασθενειαις {VAR2: μου } ινα επισκηνωση επ εμε η δυναμις του χριστου
10 διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις, ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.
διο ευδοκω εν ασθενειαις εν υβρεσιν εν αναγκαις εν διωγμοις και στενοχωριαις υπερ χριστου οταν γαρ ασθενω τοτε δυνατος ειμι
11 Γέγονα ἄφρων καυχώμενος! ὑμεῖς με ἠναγκάσατε. ἐγὼ γὰρ ὤφειλον ὑφ᾽ ὑμῶν συνίστασθαι· οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι.
γεγονα αφρων υμεις με ηναγκασατε εγω γαρ ωφειλον υφ υμων συνιστασθαι ουδεν γαρ υστερησα των υπερ λιαν αποστολων ει και ουδεν ειμι
12 τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ, ἐν σημείοις καὶ τέρασι καὶ δυνάμεσι.
τα μεν σημεια του αποστολου κατειργασθη εν υμιν εν παση υπομονη σημειοις {VAR1: [τε] } {VAR2: τε } και τερασιν και δυναμεσιν
13 τί γάρ ἐστιν ὃ ἡττήθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην.
τι γαρ εστιν ο ησσωθητε υπερ τας λοιπας εκκλησιας ει μη οτι αυτος εγω ου κατεναρκησα υμων χαρισασθε μοι την αδικιαν ταυτην
14 Ἰδοὺ τρίτον ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ καταναρκήσω ὑμῶν· οὐ γὰρ ζητῶ τὰ ὑμῶν, ἀλλὰ ὑμᾶς. οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσι θησαυρίζειν, ἀλλ᾽ οἱ γονεῖς τοῖς τέκνοις.
ιδου τριτον τουτο ετοιμως εχω ελθειν προς υμας και ου καταναρκησω ου γαρ ζητω τα υμων αλλα υμας ου γαρ οφειλει τα τεκνα τοις γονευσιν θησαυριζειν αλλα οι γονεις τοις τεκνοις
15 ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν, εἰ καὶ περισσοτέρως ὑμᾶς ἀγαπῶν ἧττον ἀγαπῶμαι.
εγω δε ηδιστα δαπανησω και εκδαπανηθησομαι υπερ των ψυχων υμων ει περισσοτερως υμας {VAR1: αγαπω } {VAR2: (αγαπων) } ησσον αγαπωμαι
16 Ἔστω δέ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς, ἀλλ᾽ ὑπάρχων πανοῦργος δόλῳ ὑμᾶς ἔλαβον.
εστω δε εγω ου κατεβαρησα υμας αλλα υπαρχων πανουργος δολω υμας ελαβον
17 μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, δι᾽ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς;
μη τινα ων απεσταλκα προς υμας δι αυτου επλεονεκτησα υμας
18 παρεκάλεσα Τίτον καὶ συναπέστειλα τὸν ἀδελφόν· μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; οὐ τοῖς αὐτοῖς ἴχνεσι;
παρεκαλεσα τιτον και συναπεστειλα τον αδελφον μητι επλεονεκτησεν υμας τιτος ου τω αυτω πνευματι περιεπατησαμεν ου τοις αυτοις ιχνεσιν
19 Πάλιν δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα; κατενώπιον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν· τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς.
παλαι δοκειτε οτι υμιν απολογουμεθα κατεναντι θεου εν χριστω λαλουμεν τα δε παντα αγαπητοι υπερ της υμων οικοδομης
20 φοβοῦμαι γὰρ μήπως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε, μήπως ἔρεις, ζῆλοι, θυμοί, ἐριθεῖαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι,
φοβουμαι γαρ μη πως ελθων ουχ οιους θελω ευρω υμας καγω ευρεθω υμιν οιον ου θελετε μη πως ερις ζηλος θυμοι εριθειαι καταλαλιαι ψιθυρισμοι φυσιωσεις ακαταστασιαι
21 μὴ πάλιν ἐλθόντα με ταπεινώσῃ ὁ Θεός μου πρὸς ὑμᾶς καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν.
μη παλιν ελθοντος μου ταπεινωση με ο θεος μου προς υμας και πενθησω πολλους των προημαρτηκοτων και μη μετανοησαντων επι τη ακαθαρσια και πορνεια και ασελγεια η επραξαν

< Προς Κορινθιους Β΄ 12 >