< Προς Τιμοθεον Α΄ 4 >
1 Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων,
But the Spirit distinctly saith, that in the last times some will remove from the faith, and will go after deceiving spirits, and after doctrines of demons.
2 ἐν ὑποκρίσει ψευδολόγων, κεκαυστηριασμένων τὴν ἰδίαν συνείδησιν,
These, with a false appearance, will deceive, speaking a lie, and seared in their conscience,
3 κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν.
and prohibiting to marry, and abstaining from meats, which Aloha created to be used with thanksgiving by them who believe and know the truth;
4 ὅτι πᾶν κτίσμα Θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον·
because every creature of Aloha is good, and nothing to be abominated, if with thanksgiving it be received;
5 ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως.
for it is sanctified by the word of Aloha, and by prayer.
6 Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ διάκονος Ἰησοῦ Χριστοῦ, ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας.
These if thou shalt teach thy brethren, a good minister wilt thou be of Jeshu Meshiha, while thou wilt be enlarged with words of faith and of the good doctrine which thou hast learned.
7 τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ, γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν·
But from the foolish stories of old women abstain; and exercise thy soul in righteousness.
8 ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίας ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης.
For the exercise of the body a little time profiteth; but righteousness in every thing profiteth, and hath the promise of the life of this time, and of the future.
9 πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος·
FAITHFUL is the saying and worthy is it of reception:
10 εἰς τοῦτο γὰρ καὶ κοπιῶμεν καὶ ὀνειδιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστι σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν.
for on this account we labour and are reproached, because we hope in Aloha the Living, who is the Saviour of all men, and especially of the believers.
11 Παράγγελλε ταῦτα καὶ δίδασκε.
These teach and command.
12 μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πνεύματι, ἐν πίστει, ἐν ἁγνείᾳ.
And let no man despise thy youth; but be an example to the believers in word, and in conduct, and in charity, and in faith, and in purity.
13 ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ.
Till I come be diligent in reading, and in prayer, and in teaching.
14 μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου.
Neglect not the gift that is in thee, which was given thee with prophecy, and the hand-laying of the presbytery.
15 ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ ἐν πᾶσιν.
In these meditate, and in them be, that it may be known to every man that thou goest onward.
16 ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ, ἐπίμενε αὐτοῖς· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου.
And take heed to thyself, and to thy doctrine, and persevere in them; for while these thou doest, thyself wilt thou save, and them who hear thee.