< Προς Κορινθιους Α΄ 4 >

1 Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος, ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων Θεοῦ.
這樣說,來人當以為我們為基督的服務員和天主奧秘的管理人。
2 ὃ δὲ λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις, ἵνα πιστός τις εὑρεθῇ.
說到管理人,另外要求於祂的,就是要他表現忠信。
3 ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ᾽ ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλ᾽ οὐδὲ ἐμαυτὸν ἀνακρίνω·
至於我,或受你們的審斷,, 台受人間法庭的審斷,為我都是極小的事,就連我自己也不審斷自己,
4 οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα· ἀλλ᾽ οὐκ ἐν τούτῳ δεδικαίωμαι· ὁ δὲ ἀνακρίνων με Κύριός ἐστιν.
因為我雖然自覺良心無愧,但我決不因此就自斷為義人;那審斷我的只是主。
5 ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν, καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ.
所以,時候未到,你們什麼也不要判斷,只等主,來祂要揭發暗中的隱情,且要顯露人心的計謀:那時,各人才可由天主那裏獲得稱譽。
6 Ταῦτα δέ, ἀδελφοί, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ δι᾽ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου.
弟兄們,我為了你們的緣故,把這些事貼在我自己和阿頗羅身上,好叫你們跟我們學習「不可越過所記載的,」免得人自,高看這個,鄙視那個。
7 τίς γάρ σε διακρίνει; τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;
誰使你異於別人呢?你什麼不是領受的呢?既然是領受的,為什麼你還誇耀,好像不是領受的呢?
8 ἤδη κεκορεσμένοι ἐστέ, ἤδη ἐπλουτήσατε, χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν.
你已經飽滿了,已經富足了,已需我們,自己可為王了;恨不得你們真為了王,好叫我們與你們一同為王!
9 δοκῶ γὰρ ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις.
我以天主把我們作宗徒的列在最後的一等,好像被判死刑的人,因為我們成了供世界觀賞的一埸戲劇。
10 ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι.
我們為了基督成了愚妄的人,你們基督內卻成了聰明的人;我們軟弱,你們卻強壯;你們受尊敬,我們受羞辱。
11 ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν
直到此時此刻,我們仍是忍饑受渴,衣不蔽體,受人拳打,居無定所,
12 καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα,
並且親手勞碌操作。被人咒罵,我們就祝福;被人迫害,我們就忍受;
13 βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι.
被人誹謗,我們就勸戒;直到現在,我們仍被視為世上的垃圾和人間的廢物。
14 Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾽ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ.
我寫這話,並不是為叫你們羞愧,而是為勸告我所親愛的孩子一樣,
15 ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾽ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.
因為你們縱然基督內有上萬的教師,但為父親的卻不多,因為是我在基督耶穌內藉福音生了你們。
16 παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.
所以我求你們:你們要效法我!
17 Διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστι τέκνον μου ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ, καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω.
為了這個緣故,我打發弟茂德到你們那裏去,他在主內是我親愛和忠信的孩子,他要使你們想起我在基督內怎樣行事,和我到處在各教會內所教導的。
18 Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες·
有些人以為我不會到你們那裏,就傲慢自大;
19 ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος θελήσῃ, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν·
其實主若願意,我必很快就要到你們那裏去;並且我所要知道的,並不是那些驕慢自大者的言辭,而是他們的能力,
20 οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ᾽ ἐν δυνάμει.
因為天主的國並不在於言辭,而是在於德能。
21 τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πρᾳότητος;
你們願意怎樣呢?願意我帶著棍棒到你們那裏去呢?還是懷慈愛和溫柔的心情到你們那裏去呢?

< Προς Κορινθιους Α΄ 4 >