< Κατα Μαρκον 13 >
1 και εκπορευομενου αυτου εκ του ιερου λεγει αυτω εις των μαθητων αυτου διδασκαλε ιδε ποταποι λιθοι και ποταπαι οικοδομαι
Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ· διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί.
2 και ο ιησους αποκριθεις ειπεν αυτω βλεπεις ταυτας τας μεγαλας οικοδομας ου μη αφεθη ωδε λιθος επι λιθον ος ου μη καταλυθη
Καὶ ὁ Ἰησοῦς (ἀποκριθεὶς *k*) εἶπεν αὐτῷ· βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ (ὧδε *NO*) λίθος ἐπὶ (λίθον *N(k)O*) ὃς οὐ μὴ καταλυθῇ.
3 και καθημενου αυτου εις το ορος των ελαιων κατεναντι του ιερου επηρωτων αυτον κατ ιδιαν πετρος και ιακωβος και ιωαννης και ανδρεας
Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ (ἐπηρώτα *N(k)O*) αὐτὸν κατ᾽ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας·
4 ειπε ημιν ποτε ταυτα εσται και τι το σημειον οταν μελλη παντα ταυτα συντελεισθαι
εἰπὸν ἡμῖν· πότε ταῦτα ἔσται καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα συντελεῖσθαι πάντα;
5 ο δε ιησους αποκριθεις ηρξατο λεγειν αυτοις βλεπετε μη τις υμας πλανηση
Ὁ δὲ Ἰησοῦς (ἀποκριθεὶς *k*) ἤρξατο λέγειν αὐτοῖς· βλέπετε μή τις ὑμᾶς πλανήσῃ.
6 πολλοι γαρ ελευσονται επι τω ονοματι μου λεγοντες οτι εγω ειμι και πολλους πλανησουσιν
πολλοὶ (γὰρ *ko*) ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν.
7 οταν δε ακουσητε πολεμους και ακοας πολεμων μη θροεισθε δει γαρ γενεσθαι αλλ ουπω το τελος
ὅταν δὲ (ἀκούσητε *NK(o)*) πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ (γὰρ *ko*) γενέσθαι, ἀλλ᾽ οὔπω τὸ τέλος.
8 εγερθησεται γαρ εθνος επι εθνος και βασιλεια επι βασιλειαν και εσονται σεισμοι κατα τοπους και εσονται λιμοι και ταραχαι αρχαι ωδινων ταυτα
ἐγερθήσεται γὰρ ἔθνος ἐπ᾽ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν· (καὶ *k*) ἔσονται σεισμοὶ κατὰ τόπους· (καὶ *ko*) ἔσονται λιμοί (καὶ ταραχαί· *K*) (ἀρχὴ *N(K)O*) ὠδίνων ταῦτα.
9 βλεπετε δε υμεις εαυτους παραδωσουσιν γαρ υμας εις συνεδρια και εν ταις συναγωγαις αυτων δαρησεσθε και επι ηγεμονων και βασιλεων σταθησεσθε ενεκεν εμου εις μαρτυριον αυτοις
Βλέπετε δὲ ὑμεῖς ἑαυτούς· παραδώσουσιν (γὰρ *ko*) ὑμᾶς εἰς συνέδρια, καὶ εἰς συναγωγὰς δαρήσεσθε καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς.
10 και εις παντα τα εθνη δει πρωτον κηρυχθηναι το ευαγγελιον
καὶ εἰς πάντα τὰ ἔθνη πρῶτον δεῖ κηρυχθῆναι τὸ εὐαγγέλιον.
11 οταν δε αγαγωσιν υμας παραδιδοντες μη προμεριμνατε τι λαλησητε μηδε μελετατε αλλ ο εαν δοθη υμιν εν εκεινη τη ωρα τουτο λαλειτε ου γαρ υμεις εστε οι λαλουντες αλλα το πνευμα το αγιον
(καὶ *no*) ὅταν (δὲ *k*) (ἄγωσιν *N(k)O*) ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε (μηδὲ μελετᾶτε· *K*) ἀλλ᾽ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε· οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον.
12 παραδωσει δε αδελφος αδελφον εις θανατον και πατηρ τεκνον και επαναστησονται τεκνα επι γονεις και θανατωσουσιν αυτους
(καὶ *no*) παραδώσει (δὲ *k*) ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς.
13 και εσεσθε μισουμενοι υπο παντων δια το ονομα μου ο δε υπομεινας εις τελος ουτος σωθησεται
καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
14 οταν δε ιδητε το βδελυγμα της ερημωσεως το ρηθεν υπο δανιηλ του προφητου εστως οπου ου δει ο αναγινωσκων νοειτω τοτε οι εν τη ιουδαια φευγετωσαν εις τα ορη
ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως (τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου *K*) (ἑστηκότα *N(k)(o)*) ὅπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη·
15 ο δε επι του δωματος μη καταβατω εις την οικιαν μηδε εισελθετω αραι τι εκ της οικιας αυτου
ὁ δὲ ἐπὶ τοῦ δώματος μὴ καταβάτω (εἰς τὴν οἰκίαν *KO*) μηδὲ εἰσελθάτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ·
16 και ο εις τον αγρον ων μη επιστρεψατω εις τα οπισω αραι το ιματιον αυτου
καὶ ὁ εἰς τὸν ἀγρὸν (ὢν *k*) μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ.
17 ουαι δε ταις εν γαστρι εχουσαις και ταις θηλαζουσαις εν εκειναις ταις ημεραις
οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.
18 προσευχεσθε δε ινα μη γενηται η φυγη υμων χειμωνος
προσεύχεσθε δὲ ἵνα μὴ γένηται (ἡ φυγὴ ὑμῶν *K*) χειμῶνος.
19 εσονται γαρ αι ημεραι εκειναι θλιψις οια ου γεγονεν τοιαυτη απ αρχης κτισεως ης εκτισεν ο θεος εως του νυν και ου μη γενηται
ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις οἵα οὐ γέγονεν τοιαύτη ἀπ᾽ ἀρχῆς κτίσεως (ἣν *N(k)O*) ἔκτισεν ὁ θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται.
20 και ει μη εκολοβωσεν κυριος τας ημερας ουκ αν εσωθη πασα σαρξ αλλα δια τους εκλεκτους ους εξελεξατο εκολοβωσεν τας ημερας
καὶ εἰ μὴ ἐκολόβωσεν κύριος τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσεν τὰς ἡμέρας.
21 και τοτε εαν τις υμιν ειπη ιδου ωδε ο χριστος ιδου εκει μη πιστευετε
καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ· (ἴδε *N(k)O*) ὧδε ὁ χριστός (ἢ, *KO*) (ἴδε *N(k)O*) ἐκεῖ, μὴ (πιστεύετε. *N(k)O*)
22 εγερθησονται γαρ ψευδοχριστοι και ψευδοπροφηται και δωσουσιν σημεια και τερατα προς το αποπλαναν ει δυνατον και τους εκλεκτους
ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν εἰ δυνατὸν (καὶ *ko*) τοὺς ἐκλεκτούς.
23 υμεις δε βλεπετε ιδου προειρηκα υμιν απαντα
ὑμεῖς δὲ βλέπετε· (ἰδού *K*) προείρηκα ὑμῖν πάντα.
24 αλλ εν εκειναις ταις ημεραις μετα την θλιψιν εκεινην ο ηλιος σκοτισθησεται και η σεληνη ου δωσει το φεγγος αυτης
Ἀλλ᾽ ἐν ἐκείναις ταῖς ἡμέραις μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς,
25 και οι αστερες εσονται εκ του ουρανου πιπτοντες και αι δυναμεις αι εν τοις ουρανοις σαλευθησονται
καὶ οἱ ἀστέρες ἔσονται ἐκ τοῦ οὐρανοῦ (πίπτοντες, *N(k)O*) καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται.
26 και τοτε οψονται τον υιον του ανθρωπου ερχομενον εν νεφελαις μετα δυναμεως πολλης και δοξης
καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης.
27 και τοτε αποστελει τους αγγελους αυτου και επισυναξει τους εκλεκτους αυτου εκ των τεσσαρων ανεμων απ ακρου της γης εως ακρου του ουρανου
καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους (αὐτοῦ *K*) καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ᾽ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ.
28 απο δε της συκης μαθετε την παραβολην οταν αυτης ο κλαδος ηδη γενηται απαλος και εκφυη τα φυλλα γινωσκετε οτι εγγυς το θερος εστιν
ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς ἁπαλὸς γένηται, καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν.
29 ουτως και υμεις οταν ιδητε ταυτα γινομενα γινωσκετε οτι εγγυς εστιν επι θυραις
οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
30 αμην λεγω υμιν οτι ου μη παρελθη η γενεα αυτη μεχρι ου παντα ταυτα γενηται
Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ ταῦτα πάντα γένηται.
31 ο ουρανος και η γη παρελευσονται οι δε εμοι λογοι ου μη παρελευσονται
ὁ οὐρανὸς καὶ ἡ γῆ (παρελεύσονται, *NK(o)*) οἱ δὲ λόγοι μου οὐ μὴ (παρελεύσονται. *N(k)O*)
32 περι δε της ημερας εκεινης η της ωρας ουδεις οιδεν ουδε οι αγγελοι εν ουρανω ουδε ο υιος ει μη ο πατηρ
Περὶ δὲ τῆς ἡμέρας ἐκείνης (ἢ *N(k)O*) τῆς ὥρας οὐδεὶς οἶδεν οὐδὲ οἱ ἄγγελοι (οἱ *k*) ἐν οὐρανῷ οὐδὲ ὁ υἱὸς εἰ μὴ ὁ πατήρ.
33 βλεπετε αγρυπνειτε και προσευχεσθε ουκ οιδατε γαρ ποτε ο καιρος εστιν
Βλέπετε, ἀγρυπνεῖτε (καὶ προσεύχεσθε· *KO*) οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν.
34 ως ανθρωπος αποδημος αφεις την οικιαν αυτου και δους τοις δουλοις αυτου την εξουσιαν και εκαστω το εργον αυτου και τω θυρωρω ενετειλατο ινα γρηγορη
ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, (καὶ *k*) ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ.
35 γρηγορειτε ουν ουκ οιδατε γαρ ποτε ο κυριος της οικιας ερχεται οψε η μεσονυκτιου η αλεκτοροφωνιας η πρωι
γρηγορεῖτε οὖν· οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται (ἢ *no*) ὀψὲ ἢ (μεσονύκτιον *N(k)O*) ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ·
36 μη ελθων εξαιφνης ευρη υμας καθευδοντας
μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας.
37 α δε υμιν λεγω πασιν λεγω γρηγορειτε
(ὃ *N(k)O*) δὲ ὑμῖν λέγω, πᾶσιν λέγω· γρηγορεῖτε.