< Προς Γαλατας 4 >
1 λεγω δε εφ οσον χρονον ο κληρονομος νηπιος εστιν ουδεν διαφερει δουλου κυριος παντων ων
Λέγω δέ, ἐφʼ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν,
2 αλλα υπο επιτροπους εστιν και οικονομους αχρι της προθεσμιας του πατρος
ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶν καὶ οἰκονόμους, ἄχρι τῆς προθεσμίας τοῦ πατρός.
3 ουτως και ημεις οτε ημεν νηπιοι υπο τα στοιχεια του κοσμου ημεν δεδουλωμενοι
Οὕτως καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι.
4 οτε δε ηλθεν το πληρωμα του χρονου εξαπεστειλεν ο θεος τον υιον αυτου γενομενον εκ γυναικος γενομενον υπο νομον
Ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ ˚Θεὸς τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον,
5 ινα τους υπο νομον εξαγοραση ινα την υιοθεσιαν απολαβωμεν
ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.
6 οτι δε εστε υιοι εξαπεστειλεν ο θεος το πνευμα του υιου αυτου εις τας καρδιας υμων κραζον αββα ο πατηρ
Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ ˚Θεὸς τὸ ˚Πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν κρᾶζον, “Ἀββά, ὁ Πατήρ!”
7 ωστε ουκετι ει δουλος αλλ υιος ει δε υιος και κληρονομος θεου δια χριστου
Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλὰ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος διὰ ˚Θεοῦ.
8 αλλα τοτε μεν ουκ ειδοτες θεον εδουλευσατε τοις μη φυσει ουσιν θεοις
Ἀλλὰ τότε μὲν οὐκ εἰδότες ˚Θεὸν, ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς·
9 νυν δε γνοντες θεον μαλλον δε γνωσθεντες υπο θεου πως επιστρεφετε παλιν επι τα ασθενη και πτωχα στοιχεια οις παλιν ανωθεν δουλευειν θελετε
νῦν δὲ γνόντες ˚Θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ ˚Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε;
10 ημερας παρατηρεισθε και μηνας και καιρους και ενιαυτους
Ἡμέρας παρατηρεῖσθε, καὶ μῆνας, καὶ καιροὺς, καὶ ἐνιαυτούς.
11 φοβουμαι υμας μηπως εικη κεκοπιακα εις υμας
Φοβοῦμαι ὑμᾶς, μή πως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς.
12 γινεσθε ως εγω οτι καγω ως υμεις αδελφοι δεομαι υμων ουδεν με ηδικησατε
Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς, ἀδελφοί, δέομαι ὑμῶν. Οὐδέν με ἠδικήσατε·
13 οιδατε δε οτι δι ασθενειαν της σαρκος ευηγγελισαμην υμιν το προτερον
οἴδατε δὲ ὅτι διʼ ἀσθένειαν τῆς σαρκὸς, εὐηγγελισάμην ὑμῖν τὸ πρότερον.
14 και τον πειρασμον μου τον εν τη σαρκι μου ουκ εξουθενησατε ουδε εξεπτυσατε αλλ ως αγγελον θεου εδεξασθε με ως χριστον ιησουν
Καὶ τὸν πειρασμὸν ὑμῶν ἐν τῇ σαρκί μου, οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε, ἀλλʼ ὡς ἄγγελον ˚Θεοῦ ἐδέξασθέ με, ὡς ˚Χριστὸν ˚Ἰησοῦν.
15 τις ουν ην ο μακαρισμος υμων μαρτυρω γαρ υμιν οτι ει δυνατον τους οφθαλμους υμων εξορυξαντες αν εδωκατε μοι
Ποῦ οὖν ὁ μακαρισμὸς ὑμῶν; Μαρτυρῶ γὰρ ὑμῖν ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες, ἐδώκατέ μοι.
16 ωστε εχθρος υμων γεγονα αληθευων υμιν
Ὥστε ἐχθρὸς ὑμῶν γέγονα, ἀληθεύων ὑμῖν;
17 ζηλουσιν υμας ου καλως αλλα εκκλεισαι υμας θελουσιν ινα αυτους ζηλουτε
Ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε.
18 καλον δε το ζηλουσθαι εν καλω παντοτε και μη μονον εν τω παρειναι με προς υμας
Καλὸν δὲ ζηλοῦσθαι ἐν καλῷ πάντοτε, καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς.
19 τεκνια μου ους παλιν ωδινω αχρι ου μορφωθη χριστος εν υμιν
Τέκνα μου, οὓς πάλιν ὠδίνω, μέχρις οὗ μορφωθῇ ˚Χριστὸς ἐν ὑμῖν–
20 ηθελον δε παρειναι προς υμας αρτι και αλλαξαι την φωνην μου οτι απορουμαι εν υμιν
ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν.
21 λεγετε μοι οι υπο νομον θελοντες ειναι τον νομον ουκ ακουετε
Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε;
22 γεγραπται γαρ οτι αβρααμ δυο υιους εσχεν ενα εκ της παιδισκης και ενα εκ της ελευθερας
Γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας.
23 αλλ ο μεν εκ της παιδισκης κατα σαρκα γεγεννηται ο δε εκ της ελευθερας δια της επαγγελιας
Ἀλλʼ ὁ μὲν ἐκ τῆς παιδίσκης, κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας, διʼ ἐπαγγελίας.
24 ατινα εστιν αλληγορουμενα αυται γαρ εισιν δυο διαθηκαι μια μεν απο ορους σινα εις δουλειαν γεννωσα ητις εστιν αγαρ
Ἅτινά ἐστιν ἀλληγορούμενα, αὗται γάρ εἰσιν δύο διαθῆκαι: μία μὲν ἀπὸ Ὄρους Σινᾶ εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἁγάρ.
25 το γαρ αγαρ σινα ορος εστιν εν τη αραβια συστοιχει δε τη νυν ιερουσαλημ δουλευει δε μετα των τεκνων αυτης
Τὸ δὲ Ἁγὰρ Σινᾶ Ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἰερουσαλήμ, δουλεύει γὰρ μετὰ τῶν τέκνων αὐτῆς.
26 η δε ανω ιερουσαλημ ελευθερα εστιν ητις εστιν μητηρ παντων ημων
Ἡ δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν μήτηρ ἡμῶν.
27 γεγραπται γαρ ευφρανθητι στειρα η ου τικτουσα ρηξον και βοησον η ουκ ωδινουσα οτι πολλα τα τεκνα της ερημου μαλλον η της εχουσης τον ανδρα
Γέγραπται γάρ, “Εὐφράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα.”
28 ημεις δε αδελφοι κατα ισαακ επαγγελιας τεκνα εσμεν
Ὑμεῖς δέ, ἀδελφοί, κατὰ Ἰσαὰκ, ἐπαγγελίας τέκνα ἐστέ.
29 αλλ ωσπερ τοτε ο κατα σαρκα γεννηθεις εδιωκεν τον κατα πνευμα ουτως και νυν
Ἀλλʼ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς, ἐδίωκε τὸν κατὰ ˚Πνεῦμα, οὕτως καὶ νῦν.
30 αλλα τι λεγει η γραφη εκβαλε την παιδισκην και τον υιον αυτης ου μη γαρ κληρονομησει ο υιος της παιδισκης μετα του υιου της ελευθερας
Ἀλλὰ τί λέγει ἡ Γραφή; “Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς, οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης, μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας.”
31 αρα αδελφοι ουκ εσμεν παιδισκης τεκνα αλλα της ελευθερας
Διό ἀδελφοί, οὐκ ἐσμὲν παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας.