< Προς Τιμοθεον Α΄ 3 >

1 πιστος ο λογος ει τις επισκοπης ορεγεται καλου εργου επιθυμει
Πιστὸς ὁ λόγος: “Εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ.”
2 δει ουν τον επισκοπον ανεπιληπτον ειναι μιας γυναικος ανδρα νηφαλιον σωφρονα κοσμιον φιλοξενον διδακτικον
Δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίλημπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, νηφάλιον, σώφρονα, κόσμιον, φιλόξενον, διδακτικόν,
3 μη παροινον μη πληκτην μη αισχροκερδη αλλ επιεικη αμαχον αφιλαργυρον
μὴ πάροινον, μὴ πλήκτην, ἀλλὰ ἐπιεικῆ, ἄμαχον, ἀφιλάργυρον,
4 του ιδιου οικου καλως προισταμενον τεκνα εχοντα εν υποταγη μετα πασης σεμνοτητος
τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ, μετὰ πάσης σεμνότητος
5 ει δε τις του ιδιου οικου προστηναι ουκ οιδεν πως εκκλησιας θεου επιμελησεται
(εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδεν, πῶς ἐκκλησίας ˚Θεοῦ ἐπιμελήσεται; )
6 μη νεοφυτον ινα μη τυφωθεις εις κριμα εμπεση του διαβολου
Μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς, εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου.
7 δει δε αυτον και μαρτυριαν καλην εχειν απο των εξωθεν ινα μη εις ονειδισμον εμπεση και παγιδα του διαβολου
Δεῖ δὲ καὶ, μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ, καὶ παγίδα τοῦ διαβόλου.
8 διακονους ωσαυτως σεμνους μη διλογους μη οινω πολλω προσεχοντας μη αισχροκερδεις
Διακόνους ὡσαύτως σεμνούς, μὴ διλόγους, μὴ οἴνῳ πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς,
9 εχοντας το μυστηριον της πιστεως εν καθαρα συνειδησει
ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει.
10 και ουτοι δε δοκιμαζεσθωσαν πρωτον ειτα διακονειτωσαν ανεγκλητοι οντες
Καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν, ἀνέγκλητοι ὄντες.
11 γυναικας ωσαυτως σεμνας μη διαβολους νηφαλιους πιστας εν πασιν
Γυναῖκας ὡσαύτως σεμνάς, μὴ διαβόλους, νηφαλίους, πιστὰς ἐν πᾶσιν.
12 διακονοι εστωσαν μιας γυναικος ανδρες τεκνων καλως προισταμενοι και των ιδιων οικων
Διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων.
13 οι γαρ καλως διακονησαντες βαθμον εαυτοις καλον περιποιουνται και πολλην παρρησιαν εν πιστει τη εν χριστω ιησου
Οἱ γὰρ καλῶς διακονήσαντες, βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται, καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν ˚Χριστῷ ˚Ἰησοῦ.
14 ταυτα σοι γραφω ελπιζων ελθειν προς σε ταχιον
Ταῦτά σοι γράφω, ἐλπίζων ἐλθεῖν πρὸς σὲ ἐν τάχει,
15 εαν δε βραδυνω ινα ειδης πως δει εν οικω θεου αναστρεφεσθαι ητις εστιν εκκλησια θεου ζωντος στυλος και εδραιωμα της αληθειας
ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ ˚Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία ˚Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας.
16 και ομολογουμενως μεγα εστιν το της ευσεβειας μυστηριον θεος εφανερωθη εν σαρκι εδικαιωθη εν πνευματι ωφθη αγγελοις εκηρυχθη εν εθνεσιν επιστευθη εν κοσμω ανεληφθη εν δοξη
Καὶ ὁμολογουμένως μέγα ἐστὶν τὸ τῆς εὐσεβείας μυστήριον: “Ὃς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν ˚Πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήμφθη ἐν δόξῃ.”

< Προς Τιμοθεον Α΄ 3 >