< Προς Θεσσαλονικεις Α΄ 5 >

1 περι δε των χρονων και των καιρων αδελφοι ου χρειαν εχετε υμιν γραφεσθαι
Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι·
2 αυτοι γαρ ακριβως οιδατε οτι η ημερα κυριου ως κλεπτης εν νυκτι ουτως ερχεται
αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι (ἡ *k*) ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται·
3 οταν γαρ λεγωσιν ειρηνη και ασφαλεια τοτε αιφνιδιος αυτοις εφισταται ολεθρος ωσπερ η ωδιν τη εν γαστρι εχουση και ου μη εκφυγωσιν
ὅταν (γὰρ *k*) λέγωσιν· εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν.
4 υμεις δε αδελφοι ουκ εστε εν σκοτει ινα η ημερα υμας ως κλεπτης καταλαβη
ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς (κλέπτης *NK(O)*) καταλάβῃ·
5 παντες υμεις υιοι φωτος εστε και υιοι ημερας ουκ εσμεν νυκτος ουδε σκοτους
πάντες (γὰρ *no*) ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας· οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους.
6 αρα ουν μη καθευδωμεν ως και οι λοιποι αλλα γρηγορωμεν και νηφωμεν
Ἄρα οὖν μὴ καθεύδωμεν ὡς (καὶ *k*) οἱ λοιποὶ ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν.
7 οι γαρ καθευδοντες νυκτος καθευδουσιν και οι μεθυσκομενοι νυκτος μεθυουσιν
οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν·
8 υμεις δε ημερας οντες νηφωμεν ενδυσαμενοι θωρακα πιστεως και αγαπης και περικεφαλαιαν ελπιδα σωτηριας
ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας·
9 οτι ουκ εθετο ημας ο θεος εις οργην αλλ εις περιποιησιν σωτηριας δια του κυριου ημων ιησου χριστου
ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ θεὸς εἰς ὀργὴν ἀλλ᾽ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
10 του αποθανοντος υπερ ημων ινα ειτε γρηγορωμεν ειτε καθευδωμεν αμα συν αυτω ζησωμεν
τοῦ ἀποθανόντος (ὑπὲρ *NK(o)*) ἡμῶν, ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν.
11 διο παρακαλειτε αλληλους και οικοδομειτε εις τον ενα καθως και ποιειτε
Διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα καθὼς καὶ ποιεῖτε.
12 ερωτωμεν δε υμας αδελφοι ειδεναι τους κοπιωντας εν υμιν και προισταμενους υμων εν κυριω και νουθετουντας υμας
Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν κυρίῳ καὶ νουθετοῦντας ὑμᾶς
13 και ηγεισθαι αυτους υπερεκπερισσου εν αγαπη δια το εργον αυτων ειρηνευετε εν εαυτοις
καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισσοῦ ὑπερεκπερισσοῦ ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. εἰρηνεύετε ἐν (ἑαυτοῖς. *NK(O)*)
14 παρακαλουμεν δε υμας αδελφοι νουθετειτε τους ατακτους παραμυθεισθε τους ολιγοψυχους αντεχεσθε των ασθενων μακροθυμειτε προς παντας
Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας.
15 ορατε μη τις κακον αντι κακου τινι αποδω αλλα παντοτε το αγαθον διωκετε και εις αλληλους και εις παντας
ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας.
16 παντοτε χαιρετε
πάντοτε χαίρετε·
17 αδιαλειπτως προσευχεσθε
ἀδιαλείπτως προσεύχεσθε·
18 εν παντι ευχαριστειτε τουτο γαρ θελημα θεου εν χριστω ιησου εις υμας
ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς.
19 το πνευμα μη σβεννυτε
τὸ πνεῦμα μὴ σβέννυτε·
20 προφητειας μη εξουθενειτε
προφητείας μὴ ἐξουθενεῖτε·
21 παντα [ δε ] δοκιμαζετε το καλον κατεχετε
πάντα (δὲ *no*) δοκιμάζετε· τὸ καλὸν κατέχετε·
22 απο παντος ειδους πονηρου απεχεσθε
ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.
23 αυτος δε ο θεος της ειρηνης αγιασαι υμας ολοτελεις και ολοκληρον υμων το πνευμα και η ψυχη και το σωμα αμεμπτως εν τη παρουσια του κυριου ημων ιησου χριστου τηρηθειη
αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.
24 πιστος ο καλων υμας ος και ποιησει
πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.
25 αδελφοι προσευχεσθε περι ημων
Ἀδελφοί, προσεύχεσθε (καὶ *no*) περὶ ἡμῶν.
26 ασπασασθε τους αδελφους παντας εν φιληματι αγιω
Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ.
27 ορκιζω υμας τον κυριον αναγνωσθηναι την επιστολην πασιν τοις αγιοις αδελφοις
(ἐνορκίζω *N(k)O*) ὑμᾶς τὸν κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν τοῖς (ἁγίοις *K*) ἀδελφοῖς.
28 η χαρις του κυριου ημων ιησου χριστου μεθ υμων αμην
Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ᾽ ὑμῶν. (ἀμήν. *KO*) (πρός Θεσσαλονικείς πρώτη ἐγράφη ἀπό Ἀθηνῶν. *K*)

< Προς Θεσσαλονικεις Α΄ 5 >