< 1 Samuel 15 >

1 Samuel sprach zu Saul: "Mich hat der Herr gesandt, dich zum König über sein Volk Israel zu salben. Nun höre auf die Stimme der Worte des Herrn!
καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ ἐμὲ ἀπέστειλεν κύριος χρῖσαί σε εἰς βασιλέα ἐπὶ Ισραηλ καὶ νῦν ἄκουε τῆς φωνῆς κυρίου
2 So spricht der Herr der Heerscharen: 'Ich ahnde, was Amalek an Israel getan, dem es feindlich den Weg vertreten hat, als es aus Ägypten zog.
τάδε εἶπεν κύριος σαβαωθ νῦν ἐκδικήσω ἃ ἐποίησεν Αμαληκ τῷ Ισραηλ ὡς ἀπήντησεν αὐτῷ ἐν τῇ ὁδῷ ἀναβαίνοντος αὐτοῦ ἐξ Αἰγύπτου
3 Nun geh und schlage Amalek! Bannt es und alles, was ihm eigen ist! Du sollst es nicht schonen! Töte Männer samt Weibern, Kinder samt Säuglingen, Rinder, Schafe, Esel und Kamele!'"
καὶ νῦν πορεύου καὶ πατάξεις τὸν Αμαληκ καὶ Ιεριμ καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ περιποιήσῃ ἐξ αὐτοῦ καὶ ἐξολεθρεύσεις αὐτὸν καὶ ἀναθεματιεῖς αὐτὸν καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ φείσῃ ἀπ’ αὐτοῦ καὶ ἀποκτενεῖς ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς καὶ ἀπὸ νηπίου ἕως θηλάζοντος καὶ ἀπὸ μόσχου ἕως προβάτου καὶ ἀπὸ καμήλου ἕως ὄνου
4 Da bot Saul das Volk auf und musterte es zu Telaim, 200.000 Mann Fußvolk und 10.000 Judäer.
καὶ παρήγγειλεν Σαουλ τῷ λαῷ καὶ ἐπισκέπτεται αὐτοὺς ἐν Γαλγαλοις τετρακοσίας χιλιάδας ταγμάτων καὶ τὸν Ιουδαν τριάκοντα χιλιάδας ταγμάτων
5 Dann zog Saul gegen die Amalekiterstadt und stieg in das Bachtal hinab.
καὶ ἦλθεν Σαουλ ἕως τῶν πόλεων Αμαληκ καὶ ἐνήδρευσεν ἐν τῷ χειμάρρῳ
6 Und Saul sprach zu den Kenitern: "Auf! Zieht euch zurück und geht aus Amaleks Mitte weg, daß ich euch nicht mit ihm wegraffe! Ihr habt Liebe allen Israeliten auf ihrem Herweg aus Ägypten erwiesen." Da zog sich der Keniter aus Amaleks Mitte zurück.
καὶ εἶπεν Σαουλ πρὸς τὸν Κιναῖον ἄπελθε καὶ ἔκκλινον ἐκ μέσου τοῦ Αμαληκίτου μὴ προσθῶ σε μετ’ αὐτοῦ καὶ σὺ ἐποίησας ἔλεος μετὰ τῶν υἱῶν Ισραηλ ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου καὶ ἐξέκλινεν ὁ Κιναῖος ἐκ μέσου Αμαληκ
7 Saul schlug nun Amalek von Chawila bis gegen Sur, östlich von Ägypten.
καὶ ἐπάταξεν Σαουλ τὸν Αμαληκ ἀπὸ Ευιλατ ἕως Σουρ ἐπὶ προσώπου Αἰγύπτου
8 Er fing auch Amalek lebendig. Das ganze übrige Volk aber bannte er zwar mit des Schwertes Schärfe,
καὶ συνέλαβεν τὸν Αγαγ βασιλέα Αμαληκ ζῶντα καὶ πάντα τὸν λαὸν Ιεριμ ἀπέκτεινεν ἐν στόματι ῥομφαίας
9 doch schonten Saul und das Volk den Agag sowie das Beste der Schafe und Rinder, die vom zweiten Wurfe, und die Lämmer, überhaupt alles Wertvolle. Sie mochten sie eben nicht bannen. Nur, was gering und wertlos war, bannten sie.
καὶ περιεποιήσατο Σαουλ καὶ πᾶς ὁ λαὸς τὸν Αγαγ ζῶντα καὶ τὰ ἀγαθὰ τῶν ποιμνίων καὶ τῶν βουκολίων καὶ τῶν ἐδεσμάτων καὶ τῶν ἀμπελώνων καὶ πάντων τῶν ἀγαθῶν καὶ οὐκ ἐβούλετο αὐτὰ ἐξολεθρεῦσαι καὶ πᾶν ἔργον ἠτιμωμένον καὶ ἐξουδενωμένον ἐξωλέθρευσαν
10 Da erging des Herrn Wort an Samuel also:
καὶ ἐγενήθη ῥῆμα κυρίου πρὸς Σαμουηλ λέγων
11 "Mich reut, daß ich Saul zum König gemacht habe. Denn er hat sich von mir abgewandt und meine Worte nicht vollzogen." Dies verdroß Samuel, und er schrie zum Herrn die ganze Nacht.
παρακέκλημαι ὅτι ἐβασίλευσα τὸν Σαουλ εἰς βασιλέα ὅτι ἀπέστρεψεν ἀπὸ ὄπισθέν μου καὶ τοὺς λόγους μου οὐκ ἐτήρησεν καὶ ἠθύμησεν Σαμουηλ καὶ ἐβόησεν πρὸς κύριον ὅλην τὴν νύκτα
12 Frühmorgens nun ging Samuel Saul entgegen. Da wurde Samuel gemeldet: "Saul ist in den Garten gegangen und hat dort einen Posten aufgestellt." Da wandte er sich, zog weiter und stieg ins Gilgal hinab.
καὶ ὤρθρισεν Σαμουηλ καὶ ἐπορεύθη εἰς ἀπάντησιν Ισραηλ πρωί καὶ ἀπηγγέλη τῷ Σαμουηλ λέγοντες ἥκει Σαουλ εἰς Κάρμηλον καὶ ἀνέστακεν αὐτῷ χεῖρα καὶ ἐπέστρεψεν τὸ ἅρμα καὶ κατέβη εἰς Γαλγαλα πρὸς Σαουλ καὶ ἰδοὺ αὐτὸς ἀνέφερεν ὁλοκαύτωσιν τῷ κυρίῳ τὰ πρῶτα τῶν σκύλων ὧν ἤνεγκεν ἐξ Αμαληκ
13 Als Samuel schließlich zu Saul kam, sprach Saul zu ihm: "Sei gesegnet von dem Herrn! Ich habe das Wort des Herrn vollstreckt."
καὶ παρεγένετο Σαμουηλ πρὸς Σαουλ καὶ εἶπεν αὐτῷ Σαουλ εὐλογητὸς σὺ τῷ κυρίῳ ἔστησα πάντα ὅσα ἐλάλησεν κύριος
14 Da sprach Samuel: "Aber was bedeutet dieses Schafeblöken in meinen Ohren? Und das Rindergebrüll, das ich höre?"
καὶ εἶπεν Σαμουηλ καὶ τίς ἡ φωνὴ τοῦ ποιμνίου τούτου ἐν τοῖς ὠσίν μου καὶ φωνὴ τῶν βοῶν ὧν ἐγὼ ἀκούω
15 Da sprach Saul: "Das haben sie von den Amalekitern heimgebracht, weil das Volk die besten Schafe und Rinder geschont hat, um sie dem Herrn, deinem Gott, zu opfern. Das übrige haben wir gebannt."
καὶ εἶπεν Σαουλ ἐξ Αμαληκ ἤνεγκα αὐτά ἃ περιεποιήσατο ὁ λαός τὰ κράτιστα τοῦ ποιμνίου καὶ τῶν βοῶν ὅπως τυθῇ τῷ κυρίῳ θεῷ σου καὶ τὰ λοιπὰ ἐξωλέθρευσα
16 Da sprach Samuel zu Saul: "Halt ein, daß ich dir künde, was der Herr zu mir in dieser Nacht gesprochen!" Da sagte er zu ihm: "Sprich!"
καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ ἄνες καὶ ἀπαγγελῶ σοι ἃ ἐλάλησεν κύριος πρός με τὴν νύκτα καὶ εἶπεν αὐτῷ λάλησον
17 Da sprach Samuel: "Mochtest du auch klein sein in deinen Augen, du wurdest doch das Haupt der Stimme Israels. Und der Herr salbte dich zum König über Israel.
καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ οὐχὶ μικρὸς σὺ εἶ ἐνώπιον αὐτοῦ ἡγούμενος σκήπτρου φυλῆς Ισραηλ καὶ ἔχρισέν σε κύριος εἰς βασιλέα ἐπὶ Ισραηλ
18 Nun sandte dich der Herr und sprach: 'Auf! Banne die Schuldigen, Amalek, und kämpfe gegen sie, bis sie vernichtet sind!'
καὶ ἀπέστειλέν σε κύριος ἐν ὁδῷ καὶ εἶπέν σοι πορεύθητι καὶ ἐξολέθρευσον τοὺς ἁμαρτάνοντας εἰς ἐμέ τὸν Αμαληκ καὶ πολεμήσεις αὐτούς ἕως συντελέσῃς αὐτούς
19 Warum hast du nicht auf des Herrn Stimme gehört? Du stürztest dich vielmehr auf die Beute und tatest, was dem Herrn mißfiel."
καὶ ἵνα τί οὐκ ἤκουσας τῆς φωνῆς κυρίου ἀλλ’ ὥρμησας τοῦ θέσθαι ἐπὶ τὰ σκῦλα καὶ ἐποίησας τὸ πονηρὸν ἐνώπιον κυρίου
20 Da sprach Saul zu Samuel: "Ich habe ja der Stimme des Herrn gehorcht; zog ich doch auf dem Wege, den mich der Herr gesandt hat. Ich brachte den Amalekiterkönig Agag mit und bannte Amalek.
καὶ εἶπεν Σαουλ πρὸς Σαμουηλ διὰ τὸ ἀκοῦσαί με τῆς φωνῆς τοῦ λαοῦ καὶ ἐπορεύθην ἐν τῇ ὁδῷ ᾗ ἀπέστειλέν με κύριος καὶ ἤγαγον τὸν Αγαγ βασιλέα Αμαληκ καὶ τὸν Αμαληκ ἐξωλέθρευσα
21 Das Volk aber nahm aus der Beute Schafe und Rinder, den ersten Abhub des Banngutes, um es dem Herrn, deinem Gott, im Gilgal zu opfern."
καὶ ἔλαβεν ὁ λαὸς τῶν σκύλων ποίμνια καὶ βουκόλια τὰ πρῶτα τοῦ ἐξολεθρεύματος θῦσαι ἐνώπιον κυρίου θεοῦ ἡμῶν ἐν Γαλγαλοις
22 Da sprach Samuel: "Hat der Herr an Brand- und Schlachtopfern gleiches Gefallen wie am Gehorsam gegen des Herrn Befehl? Gehorsam ist besser als Opfer, Hören besser als Widderfett.
καὶ εἶπεν Σαμουηλ εἰ θελητὸν τῷ κυρίῳ ὁλοκαυτώματα καὶ θυσίαι ὡς τὸ ἀκοῦσαι φωνῆς κυρίου ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν ἀγαθὴ καὶ ἡ ἐπακρόασις ὑπὲρ στέαρ κριῶν
23 Ja, Widerstreben ist ebenso Sünde wie Wahrsagerei, Eigenmächtigkeit soviel wie Missetat und Götzendienst. Weil du des Herrn Wort verworfen, verwirft er dich auch als König."
ὅτι ἁμαρτία οἰώνισμά ἐστιν ὀδύνην καὶ πόνους θεραφιν ἐπάγουσιν ὅτι ἐξουδένωσας τὸ ῥῆμα κυρίου καὶ ἐξουδενώσει σε κύριος μὴ εἶναι βασιλέα ἐπὶ Ισραηλ
24 Da sprach Saul zu Samuel: "Ich habe gesündigt; ich habe ja des Herrn Befehl übertreten und deine Worte. Ich fürchtete eben das Volk und hörte auf seine Stimme.
καὶ εἶπεν Σαουλ πρὸς Σαμουηλ ἡμάρτηκα ὅτι παρέβην τὸν λόγον κυρίου καὶ τὸ ῥῆμά σου ὅτι ἐφοβήθην τὸν λαὸν καὶ ἤκουσα τῆς φωνῆς αὐτῶν
25 Aber jetzt vergib doch meine Sünde und kehre mit mir um, daß ich den Herrn anbete!"
καὶ νῦν ἆρον δὴ τὸ ἁμάρτημά μου καὶ ἀνάστρεψον μετ’ ἐμοῦ καὶ προσκυνήσω κυρίῳ τῷ θεῷ σου
26 Da sprach Samuel zu Saul: "Ich kehre nicht mit dir um. Weil du des Herrn Wort verworfen, so verwirft auch dich der Herr, daß du nimmer König seiest über Israel."
καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ οὐκ ἀναστρέφω μετὰ σοῦ ὅτι ἐξουδένωσας τὸ ῥῆμα κυρίου καὶ ἐξουδενώσει σε κύριος τοῦ μὴ εἶναι βασιλέα ἐπὶ τὸν Ισραηλ
27 Dann wandte sich Samuel zum Gehen. Da packte jener den Zipfel seines Mantels, und dieser riß ab.
καὶ ἀπέστρεψεν Σαμουηλ τὸ πρόσωπον αὐτοῦ τοῦ ἀπελθεῖν καὶ ἐκράτησεν Σαουλ τοῦ πτερυγίου τῆς διπλοΐδος αὐτοῦ καὶ διέρρηξεν αὐτό
28 Da sprach Samuel zu ihm: "Heute reißt der Herr das Königtum Israels von dir weg und gibt es deinem Freunde, der besser ist als du.
καὶ εἶπεν πρὸς αὐτὸν Σαμουηλ διέρρηξεν κύριος τὴν βασιλείαν Ισραηλ ἐκ χειρός σου σήμερον καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ ἀγαθῷ ὑπὲρ σέ
29 Gott ist immerdar gerade. Er lügt nicht und bereut nicht; denn er ist kein Mensch, daß er bereuen müßte."
καὶ διαιρεθήσεται Ισραηλ εἰς δύο καὶ οὐκ ἀποστρέψει οὐδὲ μετανοήσει ὅτι οὐχ ὡς ἄνθρωπός ἐστιν τοῦ μετανοῆσαι αὐτός
30 Da sprach er: "Ich habe gesündigt. Aber gib mir wenigstens jetzt die Ehre vor den Ältesten meines Volkes und vor Israel und kehre mit mir um, daß ich den Herrn, deinen Gott, anbete!"
καὶ εἶπεν Σαουλ ἡμάρτηκα ἀλλὰ δόξασόν με δὴ ἐνώπιον πρεσβυτέρων Ισραηλ καὶ ἐνώπιον λαοῦ μου καὶ ἀνάστρεψον μετ’ ἐμοῦ καὶ προσκυνήσω τῷ κυρίῳ θεῷ σου
31 Da begleitete Samuel den Saul. Dann betete Saul den Herrn an.
καὶ ἀνέστρεψεν Σαμουηλ ὀπίσω Σαουλ καὶ προσεκύνησεν τῷ κυρίῳ
32 Samuel aber sprach: "Bringt mir den Amalekiterkönig Agag!" Da ging Agag freudig auf ihn zu. Und Agag sprach: "So ist also des Todes Bitterkeit gewichen."
καὶ εἶπεν Σαμουηλ προσαγάγετέ μοι τὸν Αγαγ βασιλέα Αμαληκ καὶ προσῆλθεν πρὸς αὐτὸν Αγαγ τρέμων καὶ εἶπεν Αγαγ εἰ οὕτως πικρὸς ὁ θάνατος
33 Da sprach Samuel: "Wie dein Schwert Weiber kinderlos gemacht, so werde unter den Weibern auch deine Mutter kinderlos!" Und Samuel hieb Agag in Stücke vor dem Herrn im Gilgal.
καὶ εἶπεν Σαμουηλ πρὸς Αγαγ καθότι ἠτέκνωσεν γυναῖκας ἡ ῥομφαία σου οὕτως ἀτεκνωθήσεται ἐκ γυναικῶν ἡ μήτηρ σου καὶ ἔσφαξεν Σαμουηλ τὸν Αγαγ ἐνώπιον κυρίου ἐν Γαλγαλ
34 Dann ging Samuel auf die Rama. Saul aber ging in sein Haus nach Gibea Sauls hinauf.
καὶ ἀπῆλθεν Σαμουηλ εἰς Αρμαθαιμ καὶ Σαουλ ἀνέβη εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαα
35 Samuel aber sah Saul nicht mehr bis zu seinem Todestag. Doch trauerte Samuel um Saul. Aber den Herrn hatte es gereut, daß er Saul zum König über Israel gesetzt hatte.
καὶ οὐ προσέθετο Σαμουηλ ἔτι ἰδεῖν τὸν Σαουλ ἕως ἡμέρας θανάτου αὐτοῦ ὅτι ἐπένθει Σαμουηλ ἐπὶ Σαουλ καὶ κύριος μετεμελήθη ὅτι ἐβασίλευσεν τὸν Σαουλ ἐπὶ Ισραηλ

< 1 Samuel 15 >