< 1 Chronik 24 >

1 Auch die Aaronssöhne hatten ihre Abteilungen. Die Aaronssöhne waren Nadab, Abihu, Eleazar und Itamar.
καὶ τοῖς υἱοῖς Ααρων διαιρέσεις υἱοὶ Ααρων Ναδαβ καὶ Αβιουδ Ελεαζαρ καὶ Ιθαμαρ
2 Nadab und Abihu aber starben vor ihrem Vater, ohne Söhne zu hinterlassen. So wurden Eleazar und Itamar Priester.
καὶ ἀπέθανεν Ναδαβ καὶ Αβιουδ ἐναντίον τοῦ πατρὸς αὐτῶν καὶ υἱοὶ οὐκ ἦσαν αὐτοῖς καὶ ἱεράτευσεν Ελεαζαρ καὶ Ιθαμαρ υἱοὶ Ααρων
3 David teilte sie mit Sadok von Eleazars Söhnen und mit Achimelek von den Söhnen Itamars je nach ihrem Amt in ihren Dienst ein.
καὶ διεῖλεν αὐτοὺς Δαυιδ καὶ Σαδωκ ἐκ τῶν υἱῶν Ελεαζαρ καὶ Αχιμελεχ ἐκ τῶν υἱῶν Ιθαμαρ κατὰ τὴν ἐπίσκεψιν αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν
4 Nun waren Eleazars Söhne in den Sippenhäuptern zahlreicher als Itamars Söhne. Sie teilten sich so, daß auf Eleazars Söhne sechzehn und auf die Itamars acht Familienhäupter kamen.
καὶ εὑρέθησαν υἱοὶ Ελεαζαρ πλείους εἰς ἄρχοντας τῶν δυνατῶν παρὰ τοὺς υἱοὺς Ιθαμαρ καὶ διεῖλεν αὐτούς τοῖς υἱοῖς Ελεαζαρ ἄρχοντας εἰς οἴκους πατριῶν ἓξ καὶ δέκα καὶ τοῖς υἱοῖς Ιθαμαρ ὀκτὼ κατ’ οἴκους πατριῶν
5 Sie teilten sie durch das Los, die einen wie die anderen. Denn es gab Fürsten des Heiligtums und Fürsten Gottes sowohl bei Eleazars als bei Itamars Söhnen.
καὶ διεῖλεν αὐτοὺς κατὰ κλήρους τούτους πρὸς τούτους ὅτι ἦσαν ἄρχοντες τῶν ἁγίων καὶ ἄρχοντες κυρίου ἐν τοῖς υἱοῖς Ελεαζαρ καὶ ἐν τοῖς υἱοῖς Ιθαμαρ
6 Und Netanels Sohn, Semaja, der Schreiber aus der Levitenzahl, schrieb sie vor dem König, den Fürsten und dem Priester Sadok auf. Je eine Familie wurde dabei von Itamar und je zwei von Eleazar ausgelost.
καὶ ἔγραψεν αὐτοὺς Σαμαιας υἱὸς Ναθαναηλ ὁ γραμματεὺς ἐκ τοῦ Λευι κατέναντι τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ Σαδωκ ὁ ἱερεὺς καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ καὶ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν οἴκου πατριᾶς εἷς εἷς τῷ Ελεαζαρ καὶ εἷς εἷς τῷ Ιθαμαρ
7 Das erste Los fiel auf Jojarib, das zweite auf Jedaja,
καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος τῷ Ιαριβ τῷ Ιδεϊα ὁ δεύτερος
8 das dritte auf Charim, das vierte auf Seorim,
τῷ Χαρημ ὁ τρίτος τῷ Σεωριμ ὁ τέταρτος
9 das fünfte auf Malkia, das sechste auf Mijjamin,
τῷ Μελχια ὁ πέμπτος τῷ Μιαμιν ὁ ἕκτος
10 das siebte auf Hakkos, das achte auf Abia,
τῷ Κως ὁ ἕβδομος τῷ Αβια ὁ ὄγδοος
11 das neunte auf Jesua, das zehnte auf Sekanjahu,
τῷ Ἰησοῦ ὁ ἔνατος τῷ Σεχενια ὁ δέκατος
12 das elfte auf Eljasib, das zwölfte auf Jakin,
τῷ Ελιασιβ ὁ ἑνδέκατος τῷ Ιακιμ ὁ δωδέκατος
13 das dreizehnte auf Chuppa, das vierzehnte auf Jeseb,
τῷ Οχχοφφα ὁ τρισκαιδέκατος τῷ Ισβααλ ὁ τεσσαρεσκαιδέκατος
14 das fünfzehnte auf Bilga, das sechzehnte auf Immer,
τῷ Βελγα ὁ πεντεκαιδέκατος τῷ Εμμηρ ὁ ἑκκαιδέκατος
15 das siebzehnte auf Chezir, das achtzehnte auf Happisses,
τῷ Χηζιρ ὁ ἑπτακαιδέκατος τῷ Αφεσση ὁ ὀκτωκαιδέκατος
16 das neunzehnte auf Petachja, das zwanzigste auf Jechezkel,
τῷ Φεταια ὁ ἐννεακαιδέκατος τῷ Εζεκηλ ὁ εἰκοστός
17 das einundzwanzigste auf Jakin, das zweiundzwanzigste auf Gamul,
τῷ Ιαχιν ὁ εἷς καὶ εἰκοστός τῷ Γαμουλ ὁ δεύτερος καὶ εἰκοστός
18 das dreiundzwanzigste auf Delaja und das vierundzwanzigste auf Maazja.
τῷ Δαλαια ὁ τρίτος καὶ εἰκοστός τῷ Μαασαι ὁ τέταρτος καὶ εἰκοστός
19 Das war ihre Amtsordnung für ihren Dienst, der darin bestand, daß sie des Herrn Haus nach der ihnen von ihrem Vater Aaron gegebenen Vorschrift betraten, wie es ihm der Herr, Israels Gott, geboten hatte.
αὕτη ἡ ἐπίσκεψις αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν τοῦ εἰσπορεύεσθαι εἰς οἶκον κυρίου κατὰ τὴν κρίσιν αὐτῶν διὰ χειρὸς Ααρων πατρὸς αὐτῶν ὡς ἐνετείλατο κύριος ὁ θεὸς Ισραηλ
20 Was die übrigen Levisöhne betrifft, so stammte von Amrams Söhnen Subael her, von Subaels Söhnen Iechdejahu,
καὶ τοῖς υἱοῖς Λευι τοῖς καταλοίποις τοῖς υἱοῖς Αμβραμ Σουβαηλ τοῖς υἱοῖς Σουβαηλ Ιαδια
21 von Rechabjahu, und zwar den Rechabjahusöhnen, das Oberhaupt Issia,
τῷ Ρααβια ὁ ἄρχων Ιεσιας
22 von den Ishariten Selomot, von Selomots Söhnen Jachat.
καὶ τῷ Ισσαρι Σαλωμωθ τοῖς υἱοῖς Σαλωμωθ Ιαθ
23 Jerias Söhne sind Amarja, der zweite, Jachaziel, der dritte, und Jekaman, der vierte.
υἱοὶ Ιεδιου Αμαδια ὁ δεύτερος Ιαζιηλ ὁ τρίτος Ιοκομ ὁ τέταρτος
24 Uzziels Söhne sind: Mika, von Mikas Söhnen Samir.
υἱοὶ Οζιηλ Μιχα υἱοὶ Μιχα Σαμηρ
25 Mikas Bruder ist Issia; von den Söhnen Issias Zakarja.
ἀδελφὸς Μιχα Ισια υἱοὶ Ισια Ζαχαρια
26 Meraris Söhne sind Machli und Musi, die Söhne seines Sohnes Jaazia.
υἱοὶ Μεραρι Μοολι καὶ Μουσι υἱοὶ Οζια υἱοὶ Βοννι
27 Meraris Söhne von seinem Sohn Jaaziahu sind Soham, Zakkur und Ibri.
υἱοὶ Μεραρι τῷ Οζια υἱοὶ αὐτοῦ Ισοαμ καὶ Ζακχουρ καὶ Αβδι
28 Von Machli stammte Eleazar. Dieser hatte keine Söhne.
τῷ Μοολι Ελεαζαρ καὶ Ιθαμαρ καὶ ἀπέθανεν Ελεαζαρ καὶ οὐκ ἦσαν αὐτῷ υἱοί
29 Von Kis: die Söhne des Kis: Jerachmeel.
τῷ Κις υἱοὶ τοῦ Κις Ιραμαηλ
30 Des Musi Söhne sind Machli, Eder und Jerimot. Dies sind die Levitensöhne nach ihren Familien.
καὶ υἱοὶ τοῦ Μουσι Μοολι καὶ Εδερ καὶ Ιαριμωθ οὗτοι υἱοὶ τῶν Λευιτῶν κατ’ οἴκους πατριῶν αὐτῶν
31 Auch sie warfen Lose, wie ihre Brüder, die Söhne Aarons, vor König David, vor Sadok und Achimelek sowie vor den Familienhäuptern der Priester und Leviten, die Familienhäupter ebenso wie ihre jüngeren Brüder.
καὶ ἔλαβον καὶ αὐτοὶ κλήρους καθὼς οἱ ἀδελφοὶ αὐτῶν υἱοὶ Ααρων ἐναντίον τοῦ βασιλέως καὶ Σαδωκ καὶ Αχιμελεχ καὶ ἀρχόντων πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν πατριάρχαι αρααβ καθὼς οἱ ἀδελφοὶ αὐτοῦ οἱ νεώτεροι

< 1 Chronik 24 >