< 1 Samuel 20 >

1 Et David s'enfuit de Navath en Rhama; il alla trouver Jonathan, et il lui dit: Qu'ai-je fait? Quelle est ma faute? En quoi ai-je péché contre ton père, pour qu'il en veuille à ma vie?
καὶ ἀπέδρα Δαυιδ ἐκ Ναυαθ ἐν Ραμα καὶ ἔρχεται ἐνώπιον Ιωναθαν καὶ εἶπεν τί πεποίηκα καὶ τί τὸ ἀδίκημά μου καὶ τί ἡμάρτηκα ἐνώπιον τοῦ πατρός σου ὅτι ἐπιζητεῖ τὴν ψυχήν μου
2 Et Jonathan lui dit: Éloigne cette pensée: tu ne mourras point. Vois donc, mon père ne fait aucune chose, petite ou grande, sans me la confier; pourquoi me cacherait-il ce dessein? Cela ne peut être.
καὶ εἶπεν αὐτῷ Ιωναθαν μηδαμῶς σοι οὐ μὴ ἀποθάνῃς ἰδοὺ οὐ μὴ ποιήσῃ ὁ πατήρ μου ῥῆμα μέγα ἢ μικρὸν καὶ οὐκ ἀποκαλύψει τὸ ὠτίον μου καὶ τί ὅτι κρύψει ὁ πατήρ μου τὸ ῥῆμα τοῦτο οὐκ ἔστιν τοῦτο
3 David répondit à Jonathan: Ton père n'ignore pas que j'ai trouvé grâce devant tes yeux, et il s'est dit: Ne faisons point connaître ce dessein à Jonathan, de peur qu'il ne refuse d'y consentir; mais vive le Seigneur et vive ton âme! ce que je t'ai dit est vrai; il n'y a plus d'intervalle entre moi et la mort.
καὶ ἀπεκρίθη Δαυιδ τῷ Ιωναθαν καὶ εἶπεν γινώσκων οἶδεν ὁ πατήρ σου ὅτι εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου καὶ εἶπεν μὴ γνώτω τοῦτο Ιωναθαν μὴ οὐ βούληται ἀλλὰ ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου ὅτι καθὼς εἶπον ἐμπέπλησται ἀνὰ μέσον μου καὶ τοῦ θανάτου
4 Jonathan repartit: Que désire ton âme, et que ferai-je pour toi?
καὶ εἶπεν Ιωναθαν πρὸς Δαυιδ τί ἐπιθυμεῖ ἡ ψυχή σου καὶ τί ποιήσω σοι
5 Et David reprit: C'est demain la nouvelle lune; je ne m'assoirai point pour manger, tu me feras sortir, et je me cacherai dans les champs jusqu'au soir.
καὶ εἶπεν Δαυιδ πρὸς Ιωναθαν ἰδοὺ δὴ νεομηνία αὔριον καὶ ἐγὼ καθίσας οὐ καθήσομαι μετὰ τοῦ βασιλέως φαγεῖν καὶ ἐξαποστελεῖς με καὶ κρυβήσομαι ἐν τῷ πεδίῳ ἕως δείλης
6 Et, si ton père me cherche, tu lui diras: David m'a demandé avec instance de courir jusqu'à Bethléem, sa ville, parce que toute sa tribu y fait le sacrifice du jour.
ἐὰν ἐπισκεπτόμενος ἐπισκέψηταί με ὁ πατήρ σου καὶ ἐρεῖς παραιτούμενος παρῃτήσατο ἀπ’ ἐμοῦ Δαυιδ δραμεῖν ἕως εἰς Βηθλεεμ τὴν πόλιν αὐτοῦ ὅτι θυσία τῶν ἡμερῶν ἐκεῖ ὅλῃ τῇ φυλῇ
7 Et s'il répond: C'est bien, ton serviteur aura retrouvé la paix; mais s'il te répond durement, crois que le mal en lui touche à sa consommation.
ἐὰν τάδε εἴπῃ ἀγαθῶς εἰρήνη τῷ δούλῳ σου καὶ ἐὰν σκληρῶς ἀποκριθῇ σοι γνῶθι ὅτι συντετέλεσται ἡ κακία παρ’ αὐτοῦ
8 Tu seras donc miséricordieux envers ton serviteur, parce qu'entre lui et toi tu as voulu que soit faite l'alliance de Dieu. Mais s'il est quelque iniquité en ton serviteur, mets-le toi-même à mort; car, en ce cas, qu'est-il besoin que tu me conduises jusqu'à ton père?
καὶ ποιήσεις ἔλεος μετὰ τοῦ δούλου σου ὅτι εἰσήγαγες εἰς διαθήκην κυρίου τὸν δοῦλόν σου μετὰ σεαυτοῦ καὶ εἰ ἔστιν ἀδικία ἐν τῷ δούλῳ σου θανάτωσόν με σύ καὶ ἕως τοῦ πατρός σου ἵνα τί οὕτως εἰσάγεις με
9 Jonathan répondit: Éloigne cette pensée car si je reconnais que mon père va consommer quelque méchanceté contre toi, quand même ce serait ailleurs qu'en ta ville, je te le dirai.
καὶ εἶπεν Ιωναθαν μηδαμῶς σοι ὅτι ἐὰν γινώσκων γνῶ ὅτι συντετέλεσται ἡ κακία παρὰ τοῦ πατρός μου τοῦ ἐλθεῖν ἐπὶ σέ καὶ ἐὰν μή εἰς τὰς πόλεις σου ἐγὼ ἀπαγγελῶ σοι
10 Et David reprit: Qui m'apprendra si ton père a répondu durement?
καὶ εἶπεν Δαυιδ πρὸς Ιωναθαν τίς ἀπαγγελεῖ μοι ἐὰν ἀποκριθῇ ὁ πατήρ σου σκληρῶς
11 Jonathan lui dit: Pars et attends-moi aux champs. Or bientôt, tous les deux se retrouvèrent dans les champs.
καὶ εἶπεν Ιωναθαν πρὸς Δαυιδ πορεύου καὶ μένε εἰς ἀγρόν καὶ ἐκπορεύονται ἀμφότεροι εἰς ἀγρόν
12 Et Jonathan dit à David: Le Seigneur Dieu d'Israël sait que, selon l'opportunité, je sonderai les sentiments de mon père avant trois jours; s'il est bien disposé pour toi, je ne t'enverrai personne aux champs.
καὶ εἶπεν Ιωναθαν πρὸς Δαυιδ κύριος ὁ θεὸς Ισραηλ οἶδεν ὅτι ἀνακρινῶ τὸν πατέρα μου ὡς ἂν ὁ καιρὸς τρισσῶς καὶ ἰδοὺ ἀγαθὸν ᾖ περὶ Δαυιδ καὶ οὐ μὴ ἀποστείλω πρὸς σὲ εἰς ἀγρόν
13 Si tu as à craindre quelque mal, que Dieu me punisse et me punisse encore, si je ne te le dévoile pas; alors, je te ferai échapper, tu t'en iras en paix; et le Seigneur sera avec toi, comme il était avec mon père.
τάδε ποιήσαι ὁ θεὸς τῷ Ιωναθαν καὶ τάδε προσθείη ὅτι ἀνοίσω τὰ κακὰ ἐπὶ σὲ καὶ ἀποκαλύψω τὸ ὠτίον σου καὶ ἐξαποστελῶ σε καὶ ἀπελεύσῃ εἰς εἰρήνην καὶ ἔσται κύριος μετὰ σοῦ καθὼς ἦν μετὰ τοῦ πατρός μου
14 Si je suis encore vivant, tu seras miséricordieux pour moi, et si je meurs,
καὶ μὲν ἔτι μου ζῶντος καὶ ποιήσεις ἔλεος μετ’ ἐμοῦ καὶ ἐὰν θανάτῳ ἀποθάνω
15 Ni toi ni les tiens ne priverez ma famille de votre miséricorde à jamais. Oui, si je ne t'avertis; lorsque le Seigneur fera disparaître un à un de la face de la terre les ennemis de David,
οὐκ ἐξαρεῖς ἔλεός σου ἀπὸ τοῦ οἴκου μου ἕως τοῦ αἰῶνος καὶ εἰ μὴ ἐν τῷ ἐξαίρειν κύριον τοὺς ἐχθροὺς Δαυιδ ἕκαστον ἀπὸ προσώπου τῆς γῆς
16 Que le nom de Jonathan se trouve du nombre, et que le Seigneur punisse les ennemis de David.
ἐξαρθῆναι τὸ ὄνομα τοῦ Ιωναθαν ἀπὸ τοῦ οἴκου Δαυιδ καὶ ἐκζητήσαι κύριος ἐχθροὺς τοῦ Δαυιδ
17 Et Jonathan réitéra le serment qu'il avait prêté à David, parce qu'il aimait du fond de l'âme celui qui l'aimait tant lui-même.
καὶ προσέθετο ἔτι Ιωναθαν ὀμόσαι τῷ Δαυιδ ὅτι ἠγάπησεν ψυχὴν ἀγαπῶντος αὐτόν
18 Et Jonathan dit: Demain nouvelle lune, on te cherchera, et l'on examinera ton siège.
καὶ εἶπεν Ιωναθαν αὔριον νουμηνία καὶ ἐπισκεπήσῃ ὅτι ἐπισκεπήσεται καθέδρα σου
19 Tu attendras trois jours attentif à toutes choses, et tu te tiendras où tu te retires habituellement dans les jours de travail, près de la roche d'Ergab.
καὶ τρισσεύσεις καὶ ἐπισκέψῃ καὶ ἥξεις εἰς τὸν τόπον σου οὗ ἐκρύβης ἐν τῇ ἡμέρᾳ τῇ ἐργασίμῃ καὶ καθήσῃ παρὰ τὸ εργαβ ἐκεῖνο
20 Et moi, je lancerai trois fois des flèches dans la direction d'Amattari.
καὶ ἐγὼ τρισσεύσω ταῖς σχίζαις ἀκοντίζων ἐκπέμπων εἰς τὴν αματταρι
21 Et j'enverrai un jeune serviteur, disant: Va, retrouve-moi ma flèche. Et si je lui dis: Voici la flèche [à ta droite ou à ta gauche], ramasse-la; toi, David, tu pourras approcher, la paix est avec toi, il n'y a rien à craindre, vive le Seigneur!
καὶ ἰδοὺ ἀποστελῶ τὸ παιδάριον λέγων δεῦρο εὑρέ μοι τὴν σχίζαν ἐὰν εἴπω λέγων τῷ παιδαρίῳ ὧδε ἡ σχίζα ἀπὸ σοῦ καὶ ὧδε λαβὲ αὐτήν παραγίνου ὅτι εἰρήνη σοι καὶ οὐκ ἔστιν λόγος ζῇ κύριος
22 Mais si je dis au jeune homme: Voilà la flèche plus loin devant toi; pars, le Seigneur t'envoie plus loin.
ἐὰν τάδε εἴπω τῷ νεανίσκῳ ὧδε ἡ σχίζα ἀπὸ σοῦ καὶ ἐπέκεινα πορεύου ὅτι ἐξαπέσταλκέν σε κύριος
23 Je prends à témoin le Seigneur à jamais de ce que nous venons de nous dire.
καὶ τὸ ῥῆμα ὃ ἐλαλήσαμεν ἐγὼ καὶ σύ ἰδοὺ κύριος μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ ἕως αἰῶνος
24 Et David se cacha dans le champ, et il y eut une nouvelle lune, et le roi se mit à table pour manger.
καὶ κρύπτεται Δαυιδ ἐν ἀγρῷ καὶ παραγίνεται ὁ μήν καὶ ἔρχεται ὁ βασιλεὺς ἐπὶ τὴν τράπεζαν τοῦ φαγεῖν
25 Il s'assit comme d'habitude sur son siège qui était appuyé au mur; il avait passé avant Jonathan, et Abner s'assit à côté de Saül; or, la place du fils de Jessé était vide.
καὶ ἐκάθισεν ὁ βασιλεὺς ἐπὶ τὴν καθέδραν αὐτοῦ ὡς ἅπαξ καὶ ἅπαξ ἐπὶ τῆς καθέδρας παρὰ τοῖχον καὶ προέφθασεν τὸν Ιωναθαν καὶ ἐκάθισεν Αβεννηρ ἐκ πλαγίων Σαουλ καὶ ἐπεσκέπη ὁ τόπος Δαυιδ
26 Saül, ce jour-là, ne dit rien, ayant cette pensée: C'est évidemment la marque qu'il n'est point pur, parce qu'il ne s'est point purifié.
καὶ οὐκ ἐλάλησεν Σαουλ οὐδὲν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι εἶπεν σύμπτωμα φαίνεται μὴ καθαρὸς εἶναι ὅτι οὐ κεκαθάρισται
27 Vint ensuite le lendemain de la pleine lune, le second jour, et la place du fils de Jessé était vide. Ce que voyant Saül, il dit à Jonathan, son fils: Pourquoi David ne s'est-il pas mis à table hier ni aujourd'hui?
καὶ ἐγενήθη τῇ ἐπαύριον τοῦ μηνὸς τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ ἐπεσκέπη ὁ τόπος τοῦ Δαυιδ καὶ εἶπεν Σαουλ πρὸς Ιωναθαν τὸν υἱὸν αὐτοῦ τί ὅτι οὐ παραγέγονεν ὁ υἱὸς Ιεσσαι καὶ ἐχθὲς καὶ σήμερον ἐπὶ τὴν τράπεζαν
28 Jonathan répondit: David m'a demandé d'aller jusqu'à Bethléem, sa ville;
καὶ ἀπεκρίθη Ιωναθαν τῷ Σαουλ καὶ εἶπεν αὐτῷ παρῄτηται Δαυιδ παρ’ ἐμοῦ ἕως εἰς Βηθλεεμ τὴν πόλιν αὐτοῦ πορευθῆναι
29 Il m'a dit: Permets-le-moi, je t'en conjure; parce que toute notre tribu offre dans la ville un sacrifice; mes frères m'ont invité; maintenant donc, si j'ai trouvé grâce devant tes yeux, j'irai et je verrai mes frères. Voilà pourquoi il ne s'est point assis à la table du roi.
καὶ εἶπεν ἐξαπόστειλον δή με ὅτι θυσία τῆς φυλῆς ἡμῖν ἐν τῇ πόλει καὶ ἐνετείλαντο πρός με οἱ ἀδελφοί μου καὶ νῦν εἰ εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου διασωθήσομαι δὴ καὶ ὄψομαι τοὺς ἀδελφούς μου διὰ τοῦτο οὐ παραγέγονεν ἐπὶ τὴν τράπεζαν τοῦ βασιλέως
30 Et Saül s'enflamma de colère contre Jonathan; il lui dit: Fils de filles éhontées, ne savais-je pas que tu étais l'associé du fils de Jessé, à ta honte et à la honte de ta mère?
καὶ ἐθυμώθη ὀργῇ Σαουλ ἐπὶ Ιωναθαν σφόδρα καὶ εἶπεν αὐτῷ υἱὲ κορασίων αὐτομολούντων οὐ γὰρ οἶδα ὅτι μέτοχος εἶ σὺ τῷ υἱῷ Ιεσσαι εἰς αἰσχύνην σου καὶ εἰς αἰσχύνην ἀποκαλύψεως μητρός σου
31 Tant que le fils de Jessé vit sur la terre, ta royauté n'a pas de consistance. Maintenant donc, envoie quelqu'un prendre ce jeune homme, car il est fils de la mort.
ὅτι πάσας τὰς ἡμέρας ἃς ὁ υἱὸς Ιεσσαι ζῇ ἐπὶ τῆς γῆς οὐχ ἑτοιμασθήσεται ἡ βασιλεία σου νῦν οὖν ἀποστείλας λαβὲ τὸν νεανίαν ὅτι υἱὸς θανάτου οὗτος
32 Mais, Jonathan répondit à Saül: Pourquoi mourrait-il? qu'a-t-il fait?
καὶ ἀπεκρίθη Ιωναθαν τῷ Σαουλ ἵνα τί ἀποθνῄσκει τί πεποίηκεν
33 Et Saül leva sa javeline contre Jonathan pour le tuer; Jonathan reconnut ainsi que la méchanceté de son père contre David touchait à sa consommation, et qu'il voulait le faire périr.
καὶ ἐπῆρεν Σαουλ τὸ δόρυ ἐπὶ Ιωναθαν τοῦ θανατῶσαι αὐτόν καὶ ἔγνω Ιωναθαν ὅτι συντετέλεσται ἡ κακία αὕτη παρὰ τοῦ πατρὸς αὐτοῦ θανατῶσαι τὸν Δαυιδ
34 Plein de courroux, il quitta brusquement la table, et, le second jour de la lune, il ne prit aucun aliment, parce qu'il était accablé de douleur à cause de David, et que la violence de son père contre celui-ci avait éclaté.
καὶ ἀνεπήδησεν Ιωναθαν ἀπὸ τῆς τραπέζης ἐν ὀργῇ θυμοῦ καὶ οὐκ ἔφαγεν ἐν τῇ δευτέρᾳ τοῦ μηνὸς ἄρτον ὅτι ἐθραύσθη ἐπὶ τὸν Δαυιδ ὅτι συνετέλεσεν ἐπ’ αὐτὸν ὁ πατὴρ αὐτοῦ
35 Le matin venu, Jonathas sortit dans la plaine comme il en était convenu avec David, et il emmena un jeune garçon.
καὶ ἐγενήθη πρωὶ καὶ ἐξῆλθεν Ιωναθαν εἰς ἀγρόν καθὼς ἐτάξατο εἰς τὸ μαρτύριον Δαυιδ καὶ παιδάριον μικρὸν μετ’ αὐτοῦ
36 Et il dit à l'enfant: Cours, trouve-moi les flèches que j'ai lancées. Le serviteur courut, et Jonathan tira une seconde flèche plus loin que la première.
καὶ εἶπεν τῷ παιδαρίῳ δράμε εὑρέ μοι τὰς σχίζας ἐν αἷς ἐγὼ ἀκοντίζω καὶ τὸ παιδάριον ἔδραμε καὶ αὐτὸς ἠκόντιζε τῇ σχίζῃ καὶ παρήγαγεν αὐτήν
37 Et l'enfant arriva où était celle-ci. Et Jonathan lui cria: L'autre flèche est plus loin;
καὶ ἦλθεν τὸ παιδάριον ἕως τοῦ τόπου τῆς σχίζης οὗ ἠκόντιζεν Ιωναθαν καὶ ἀνεβόησεν Ιωναθαν ὀπίσω τοῦ νεανίου καὶ εἶπεν ἐκεῖ ἡ σχίζα ἀπὸ σοῦ καὶ ἐπέκεινα
38 Et Jonathan lui cria: vite, hâte-toi, ne t'arrête point. Et l'enfant ramassa les flèches de Jonathan, et il les rapporta à son maître.
καὶ ἀνεβόησεν Ιωναθαν ὀπίσω τοῦ παιδαρίου αὐτοῦ λέγων ταχύνας σπεῦσον καὶ μὴ στῇς καὶ ἀνέλεξεν τὸ παιδάριον Ιωναθαν τὰς σχίζας πρὸς τὸν κύριον αὐτοῦ
39 Or, l'enfant ne savait rien; il n'y avait d'informés que Jonathan et David.
καὶ τὸ παιδάριον οὐκ ἔγνω οὐθέν πάρεξ Ιωναθαν καὶ Δαυιδ ἔγνωσαν τὸ ῥῆμα
40 Et Jonathan donna au serviteur son arc et ses flèches, et il dit: Va- t'en, retourne à la ville.
καὶ Ιωναθαν ἔδωκεν τὰ σκεύη αὐτοῦ ἐπὶ τὸ παιδάριον αὐτοῦ καὶ εἶπεν τῷ παιδαρίῳ αὐτοῦ πορεύου εἴσελθε εἰς τὴν πόλιν
41 Comme l'enfant y arrivait, David sortit des rochers, tomba la face contre terre, et adora trois fois Jonathan; ensuite, ils se baisèrent tous les deux, et ils pleurèrent tous les deux jusqu'à ce qu'ils se séparassent.
καὶ ὡς εἰσῆλθεν τὸ παιδάριον καὶ Δαυιδ ἀνέστη ἀπὸ τοῦ εργαβ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ τρίς καὶ κατεφίλησεν ἕκαστος τὸν πλησίον αὐτοῦ καὶ ἔκλαυσεν ἕκαστος τῷ πλησίον αὐτοῦ ἕως συντελείας μεγάλης
42 Et Jonathan dit à David: Va en paix, que notre mutuel serment subsiste; car nous avons juré, au nom du Seigneur, quand nous avons dit: Le Seigneur sera témoin pour toujours entre toi et moi, entre ma postérité et la tienne. David s'éloigna donc, et Jonathan rentra dans la ville.
καὶ εἶπεν Ιωναθαν πορεύου εἰς εἰρήνην καὶ ὡς ὀμωμόκαμεν ἡμεῖς ἀμφότεροι ἐν ὀνόματι κυρίου λέγοντες κύριος ἔσται μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἀνὰ μέσον τοῦ σπέρματός μου καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου ἕως αἰῶνος καὶ ἀνέστη Δαυιδ καὶ ἀπῆλθεν καὶ Ιωναθαν εἰσῆλθεν εἰς τὴν πόλιν

< 1 Samuel 20 >