< Matthew 14 >

1 At that time did Herod the tetrarch hear the fame of Jesus,
Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρώδης ὁ τετράρχης τὴν ἀκοὴν Ἰησοῦ,
2 and said to his servants, 'This is John the Baptist, he did rise from the dead, and because of this the mighty energies are working in him.'
καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ, Οὗτός ἐστιν Ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ.
3 For Herod having laid hold on John, did bind him, and did put him in prison, because of Herodias his brother Philip's wife,
ὁ γὰρ Ἡρώδης κρατήσας τὸν Ἰωάννην ἔδησεν αὐτὸν καὶ ἐν τῇ φυλακῇ ἀπέθετο διὰ Ἡρωδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ.
4 for John was saying to him, 'It is not lawful to thee to have her,'
ἔλεγεν γὰρ ὁ Ἰωάννης, Οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν.
5 and, willing to kill him, he feared the multitude, because as a prophet they were holding him.
καὶ θέλων αὐτὸν ἀποκτεῖναι, ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον.
6 But the birthday of Herod being kept, the daughter of Herodias danced in the midst, and did please Herod,
γενεσίοις δὲ γενομένοις τοῦ Ἡρώδου ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρωδιάδος ἐν τῷ μέσῳ, καὶ ἤρεσεν τῷ Ἡρώδῃ·
7 whereupon with an oath he professed to give her whatever she might ask.
ὅθεν μεθ᾽ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἂν αἰτήσηται.
8 And she having been instigated by her mother — 'Give me (says she) here upon a plate the head of John the Baptist;
ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, Δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.
9 and the king was grieved, but because of the oaths and of those reclining with him, he commanded [it] to be given;
καὶ λυπηθεὶς ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσεν δοθῆναι·
10 and having sent, he beheaded John in the prison,
καὶ πέμψας ἀπεκεφάλισεν Ἰωάννην ἐν τῇ φυλακῇ.
11 and his head was brought upon a plate, and was given to the damsel, and she brought [it] nigh to her mother.
καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ, καὶ ἤνεγκεν τῇ μητρὶ αὐτῆς.
12 And his disciples having come, took up the body, and buried it, and having come, they told Jesus,
καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ πτῶμα καὶ ἔθαψαν αὐτόν· καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ.
13 and Jesus having heard, withdrew thence in a boat to a desolate place by himself, and the multitudes having heard did follow him on land from the cities.
Ἀκούσας δὲ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ᾽ ἰδίαν. καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων.
14 And Jesus having come forth, saw a great multitude, and was moved with compassion upon them, and did heal their infirm;
Καὶ ἐξελθὼν εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾽ αὐτοῖς καὶ ἐθεράπευσεν τοὺς ἀῤῥώστους αὐτῶν.
15 and evening having come, his disciples came to him, saying, 'The place is desolate, and the hour hath now past, let away the multitudes that, having gone to the villages, they may buy to themselves food.'
Ὀψίας δὲ γενομένης προσῆλθαν αὐτῷ οἱ μαθηταὶ λέγοντες, Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα.
16 And Jesus said to them, 'They have no need to go away — give ye them to eat.'
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν.
17 And they say to him, 'We have not here except five loaves, and two fishes.'
οἱ δὲ λέγουσιν αὐτῷ, Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας.
18 And he said, 'Bring ye them to me hither.'
ὁ δὲ εἶπεν, Φέρετέ μοι ὧδε αὐτούς.
19 And having commanded the multitudes to recline upon the grass, and having taken the five loaves and the two fishes, having looked up to the heaven, he did bless, and having broken, he gave the loaves to the disciples, and the disciples to the multitudes,
καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοῦ χόρτου λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν ηὐλόγησεν, καὶ κλάσας ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις.
20 and they did all eat, and were filled, and they took up what was over of the broken pieces twelve hand-baskets full;
καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν· καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων, δώδεκα κοφίνους πλήρεις.
21 and those eating were about five thousand men, apart from women and children.
οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι, χωρὶς γυναικῶν καὶ παιδίων.
22 And immediately Jesus constrained his disciples to go into the boat, and to go before him to the other side, till he might let away the multitudes;
Καὶ εὐθέως ἠνάγκασεν τοὺς μαθητὰς ἐμβῆναι εἰς πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους.
23 and having let away the multitudes, he went up to the mountain by himself to pray, and evening having come, he was there alone,
καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ᾽ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ.
24 and the boat was now in the midst of the sea, distressed by the waves, for the wind was contrary.
τὸ δὲ πλοῖον ἤδη σταδίους πολλοὺς ἀπὸ τῆς γῆς ἀπεῖχεν βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος.
25 And in the fourth watch of the night Jesus went away to them, walking upon the sea,
τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἦλθεν πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τὴν θάλασσαν.
26 and the disciples having seen him walking upon the sea, were troubled saying — 'It is an apparition,' and from the fear they cried out;
καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ τῆς θαλάσσης περιπατοῦντα ἐταράχθησαν, λέγοντες ὅτι φάντασμά ἐστιν, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν.
27 and immediately Jesus spake to them, saying, 'Be of good courage, I am [he], be not afraid.'
εὐθὺς δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων, Θαρσεῖτε· ἐγώ εἰμι, μὴ φοβεῖσθε.
28 And Peter answering him said, 'Sir, if it is thou, bid me come to thee upon the waters;'
ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπεν, Κύριε, εἰ σὺ εἶ, κέλευσόν με ἐλθεῖν πρός σε ἐπὶ τὰ ὕδατα.
29 and he said, 'Come;' and having gone down from the boat, Peter walked upon the waters to come unto Jesus,
ὁ δὲ εἶπεν, Ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ πλοίου Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα, ἐλθεῖν πρὸς τὸν Ἰησοῦν.
30 but seeing the wind vehement, he was afraid, and having begun to sink, he cried out, saying, 'Sir, save me.'
βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη· καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν λέγων, Κύριε, σῶσόν με.
31 And immediately Jesus, having stretched forth the hand, laid hold of him, and saith to him, 'Little faith! for what didst thou waver?'
εὐ θέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ, καὶ λέγει αὐτῷ, Ὀλιγόπιστε, εἰς τί ἐδίστασας;
32 and they having gone to the boat the wind lulled,
Καὶ ἀναβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος·
33 and those in the boat having come, did bow to him, saying, 'Truly — God's Son art thou.'
οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες προσεκύνησαν αὐτῷ λέγοντες, Ἀληθῶς θεοῦ υἱὸς εἶ.
34 And having passed over, they came to the land of Gennesaret,
Καὶ διαπεράσαντες ἦλθον ἐπὶ τὴν γῆν εἰς Γεννησαρέτ.
35 and having recognized him, the men of that place sent forth to all that region round about, and they brought to him all who were ill,
καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας·
36 and were calling on him that they might only touch the fringe of his garment, and as many as did touch were saved.
καὶ παρεκάλουν αὐτὸν ἵνα μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν.

< Matthew 14 >