< Ezekiel 4 >
1 'And thou, son of man, take to thee a brick, and thou hast put it before thee, and hast graven on it a city — Jerusalem,
καὶ σύ υἱὲ ἀνθρώπου λαβὲ σεαυτῷ πλίνθον καὶ θήσεις αὐτὴν πρὸ προσώπου σου καὶ διαγράψεις ἐπ’ αὐτὴν πόλιν τὴν Ιερουσαλημ
2 and hast placed against it a siege, and builded against it a fortification, and poured out against it a mount, and placed against it camps, yea, set thou against it battering-rams round about.
καὶ δώσεις ἐπ’ αὐτὴν περιοχὴν καὶ οἰκοδομήσεις ἐπ’ αὐτὴν προμαχῶνας καὶ περιβαλεῖς ἐπ’ αὐτὴν χάρακα καὶ δώσεις ἐπ’ αὐτὴν παρεμβολὰς καὶ τάξεις τὰς βελοστάσεις κύκλῳ
3 And thou, take to thee an iron pan, and thou hast made it a wall of iron between thee and the city; and thou hast prepared thy face against it, and it hath been in a siege, yea, thou hast laid siege against it. A sign it [is] to the house of Israel.
καὶ σὺ λαβὲ σεαυτῷ τήγανον σιδηροῦν καὶ θήσεις αὐτὸ τοῖχον σιδηροῦν ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς πόλεως καὶ ἑτοιμάσεις τὸ πρόσωπόν σου ἐπ’ αὐτήν καὶ ἔσται ἐν συγκλεισμῷ καὶ συγκλείσεις αὐτήν σημεῖόν ἐστιν τοῦτο τοῖς υἱοῖς Ισραηλ
4 'And thou, lie on thy left side, and thou hast placed the iniquity of the house of Israel on it; the number of the days that thou liest on it, thou bearest their iniquity.
καὶ σὺ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ ἀριστερὸν καὶ θήσεις τὰς ἀδικίας τοῦ οἴκου Ισραηλ ἐπ’ αὐτοῦ κατὰ ἀριθμὸν τῶν ἡμερῶν πεντήκοντα καὶ ἑκατόν ἃς κοιμηθήσῃ ἐπ’ αὐτοῦ καὶ λήμψῃ τὰς ἀδικίας αὐτῶν
5 And I — I have laid on thee the years of their iniquity, the number of days, three hundred and ninety days; and thou hast borne the iniquity of the house of Israel.
καὶ ἐγὼ δέδωκά σοι τὰς δύο ἀδικίας αὐτῶν εἰς ἀριθμὸν ἡμερῶν ἐνενήκοντα καὶ ἑκατὸν ἡμέρας καὶ λήμψῃ τὰς ἀδικίας τοῦ οἴκου Ισραηλ
6 And thou hast completed these, and hast lain on thy right side, a second time, and hast borne the iniquity of the house of Judah forty days — a day for a year — a day for a year I have appointed to thee.
καὶ συντελέσεις ταῦτα πάντα καὶ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ δεξιὸν καὶ λήμψῃ τὰς ἀδικίας τοῦ οἴκου Ιουδα τεσσαράκοντα ἡμέρας ἡμέραν εἰς ἐνιαυτὸν τέθεικά σοι
7 'And unto the siege of Jerusalem thou dost prepare thy face, and thine arm [is] uncovered, and thou hast prophesied concerning it.
καὶ εἰς τὸν συγκλεισμὸν Ιερουσαλημ ἑτοιμάσεις τὸ πρόσωπόν σου καὶ τὸν βραχίονά σου στερεώσεις καὶ προφητεύσεις ἐπ’ αὐτήν
8 And lo, I have put on thee thick bands, and thou dost not turn from side to side till thy completing the days of thy siege.
καὶ ἐγὼ ἰδοὺ δέδωκα ἐπὶ σὲ δεσμούς καὶ μὴ στραφῇς ἀπὸ τοῦ πλευροῦ σου ἐπὶ τὸ πλευρόν σου ἕως οὗ συντελεσθῶσιν αἱ ἡμέραι τοῦ συγκλεισμοῦ σου
9 'And thou, take to thee wheat, and barley, and beans, and lentiles, and millet, and spelt, and thou hast put them in one vessel, and made them to thee for bread; the number of the days that thou art lying on thy side — three hundred and ninety days — thou dost eat it.
καὶ σὺ λαβὲ σεαυτῷ πυροὺς καὶ κριθὰς καὶ κύαμον καὶ φακὸν καὶ κέγχρον καὶ ὄλυραν καὶ ἐμβαλεῖς αὐτὰ εἰς ἄγγος ἓν ὀστράκινον καὶ ποιήσεις αὐτὰ σαυτῷ εἰς ἄρτους καὶ κατ’ ἀριθμὸν τῶν ἡμερῶν ἃς σὺ καθεύδεις ἐπὶ τοῦ πλευροῦ σου ἐνενήκοντα καὶ ἑκατὸν ἡμέρας φάγεσαι αὐτά
10 And thy food that thou dost eat [is] by weight, twenty shekels daily; from time to time thou dost eat it.
καὶ τὸ βρῶμά σου ὃ φάγεσαι ἐν σταθμῷ εἴκοσι σίκλους τὴν ἡμέραν ἀπὸ καιροῦ ἕως καιροῦ φάγεσαι αὐτά
11 'And water by measure thou dost drink, a sixth part of the hin; from time to time thou dost drink [it].
καὶ ὕδωρ ἐν μέτρῳ πίεσαι τὸ ἕκτον τοῦ ιν ἀπὸ καιροῦ ἕως καιροῦ πίεσαι
12 A barley-cake thou dost eat it, and it with dung — the filth of man — thou dost bake before their eyes.
καὶ ἐγκρυφίαν κρίθινον φάγεσαι αὐτά ἐν βολβίτοις κόπρου ἀνθρωπίνης ἐγκρύψεις αὐτὰ κατ’ ὀφθαλμοὺς αὐτῶν
13 And Jehovah saith, 'Thus do the sons of Israel eat their defiled bread among the nations whither I drive them.'
καὶ ἐρεῖς τάδε λέγει κύριος ὁ θεὸς τοῦ Ισραηλ οὕτως φάγονται οἱ υἱοὶ Ισραηλ ἀκάθαρτα ἐν τοῖς ἔθνεσιν
14 And I say, 'Ah, Lord Jehovah, lo, my soul is not defiled, and carcase, and torn thing, I have not eaten from my youth, even till now; nor come into my mouth hath abominable flesh.'
καὶ εἶπα μηδαμῶς κύριε θεὲ τοῦ Ισραηλ ἰδοὺ ἡ ψυχή μου οὐ μεμίανται ἐν ἀκαθαρσίᾳ καὶ θνησιμαῖον καὶ θηριάλωτον οὐ βέβρωκα ἀπὸ γενέσεώς μου ἕως τοῦ νῦν οὐδὲ εἰσελήλυθεν εἰς τὸ στόμα μου πᾶν κρέας ἕωλον
15 And He saith unto me, 'See, I have given to thee bullock's dung instead of man's dung, and thou hast made thy bread by it.'
καὶ εἶπεν πρός με ἰδοὺ δέδωκά σοι βόλβιτα βοῶν ἀντὶ τῶν βολβίτων τῶν ἀνθρωπίνων καὶ ποιήσεις τοὺς ἄρτους σου ἐπ’ αὐτῶν
16 And He saith unto me, 'Son of man, lo, I am breaking the staff of bread in Jerusalem, and they have eaten bread by weight and with fear; and water by measure and with astonishment, they do drink;
καὶ εἶπεν πρός με υἱὲ ἀνθρώπου ἰδοὺ ἐγὼ συντρίβω στήριγμα ἄρτου ἐν Ιερουσαλημ καὶ φάγονται ἄρτον ἐν σταθμῷ καὶ ἐν ἐνδείᾳ καὶ ὕδωρ ἐν μέτρῳ καὶ ἐν ἀφανισμῷ πίονται
17 so that they lack bread and water, and have been astonished one with another, and been consumed in their iniquity.
ὅπως ἐνδεεῖς γένωνται ἄρτου καὶ ὕδατος καὶ ἀφανισθήσεται ἄνθρωπος καὶ ἀδελφὸς αὐτοῦ καὶ τακήσονται ἐν ταῖς ἀδικίαις αὐτῶν