< 2 Corinthians 13 >

1 This third time do I come unto you; on the mouth of two witnesses or three shall every saying be established;
Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς. ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα.
2 I have said before, and I say [it] before, as being present, the second time, and being absent, now, do I write to those having sinned before, and to all the rest, that if I come again, I will not spare,
προείρηκα καὶ προλέγω, ὡς παρὼν τὸ δεύτερον καὶ ἀπὼν νῦν (γράφω, *K*) τοῖς προημαρτηκόσιν καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν οὐ φείσομαι.
3 since a proof ye seek of the Christ speaking in me, who to you is not infirm, but is powerful in you,
ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ ἀλλὰ δυνατεῖ ἐν ὑμῖν.
4 for even if he was crucified from infirmity, yet he doth live from the power of God; for we also are weak in him, but we shall live with him from the power of God toward you.
καὶ γὰρ (εἰ *K*) ἐσταυρώθη ἐξ ἀσθενείας ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ· καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ ἀλλὰ (ζήσομεν *N(k)O*) σὺν αὐτῷ ἐκ δυνάμεως θεοῦ εἰς ὑμᾶς.
5 Your own selves try ye, if ye are in the faith; your own selves prove ye; do ye not know your own selves, that Jesus Christ is in you, if ye be not in some respect disapproved of?
Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε· ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς ὅτι Ἰησοῦς Χριστὸς ἐν ὑμῖν (ἐστίν; *k*) εἰ μήτι ἀδόκιμοί ἐστε.
6 and I hope that ye shall know that we — we are not disapproved of;
ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι.
7 and I pray before God that ye do no evil, not that we may appear approved, but that ye may do that which is right, and we may be as disapproved;
(εὐχόμεθα *N(K)O*) δὲ πρὸς τὸν θεὸν μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν, οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλ᾽ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν.
8 for we are not able to do anything against the truth, but for the truth;
οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας ἀλλ᾽ ὑπὲρ τῆς ἀληθείας.
9 for we rejoice when we may be infirm, and ye may be powerful; and this also we pray for — your perfection!
χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε· τοῦτο (δὲ *k*) καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν.
10 because of this, these things — being absent — I write, that being present, I may not treat [any] sharply, according to the authority that the Lord did give me for building up, and not for casting down.
διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι κατὰ τὴν ἐξουσίαν ἣν ὁ κύριος ἔδωκέν μοι εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν.
11 Henceforth, brethren, rejoice; be made perfect, be comforted, be of the same mind, be at peace, and the God of the love and peace shall be with you;
Λοιπόν, ἀδελφοί, χαίρετε, καταρτίζεσθε, παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε, καὶ ὁ θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθ᾽ ὑμῶν.
12 salute one another in an holy kiss;
Ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι.
13 salute you do all the saints;
Ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες.
14 the grace of the Lord Jesus Christ, and the love of God, and the fellowship of the Holy Spirit, [is] with you all! Amen.
Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος μετὰ πάντων ὑμῶν (ἀμήν *KO*) (πρός Κορινθίους δευτέρᾳ ἐγράφη ἀπό Φιλίππων τῆς Μακεδονίας διά Τίτου καί Λουκᾶ. *K*)

< 2 Corinthians 13 >