< Revelation 22 +

1 And he schewide to me a flood of quic watir, schinynge as cristal, comynge forth of the seete of God, and of the lomb,
καὶ ἔδειξέν μοι ποταμὸν ὕδατος ζωῆς λαμπρὸν ὡς κρύσταλλον, ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ Θεοῦ καὶ τοῦ Ἀρνίου.
2 in the myddil of the street of it. And on ech side of the flood, the tree of lijf, bryngynge forth twelue fruytis, yeldinge his fruit bi ech monethe; and the leeues of the tree ben to heelthe of folkis.
ἐν μέσῳ τῆς πλατείας αὐτῆς καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐκεῖθεν ξύλον ζωῆς ποιοῦν καρποὺς δώδεκα, κατὰ μῆνα ἕκαστον ἀποδιδοῦν τὸν καρπὸν αὐτοῦ, καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν.
3 And ech cursid thing schal no more be; but the seetis of God and of the lomb schulen be in it. And the seruauntis of hym schulen serue to hym.
καὶ πᾶν κατάθεμα οὐκ ἔσται ἔτι. καὶ ὁ θρόνος τοῦ Θεοῦ καὶ τοῦ Ἀρνίου ἐν αὐτῇ ἔσται, καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ,
4 And thei schulen see his face, and his name in her forheedis.
καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ, καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν.
5 And niyt schal no more be, and thei schulen not haue nede to the liyt of lanterne, nethir to liyt of sunne; for the Lord God schal lyytne hem, and thei schulen regne in to worldis of worldis. (aiōn g165)
καὶ νὺξ οὐκ ἔσται ἔτι, καὶ οὐκ ἔχουσιν χρείαν φωτὸς λύχνου καὶ φωτὸς ἡλίου, ὅτι Κύριος ὁ Θεὸς φωτίσει ἐπ’ αὐτούς, καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. (aiōn g165)
6 And he seide to me, These wordis ben moost feithful and trewe. And the Lord God of spiritis of prophetis sente his aungel, to schewe his seruauntis, what thingis it bihoueth to be don soone.
Καὶ εἶπέν μοι Οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί, καὶ ὁ Κύριος ὁ Θεὸς τῶν πνευμάτων τῶν προφητῶν ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει.
7 `And lo! Y come swiftli. Blessid is he, that kepith the wordis of prophesie of this book.
καὶ Ἰδοὺ ἔρχομαι ταχύ. μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου.
8 And Y am Joon, that herde and say these thingis. And aftirward that Y hadde `herd and seyn, Y felde doun, to worschipe bifor the feet of the aungel, that schewide to me these thingis.
Κἀγὼ Ἰωάνης ὁ ἀκούων καὶ βλέπων ταῦτα. καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα, ἔπεσα προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός μοι ταῦτα.
9 And he seide to me, Se thou, that thou do not; for Y am seruaunt `with thee, and of thi britheren, prophetis, and of hem that kepen the wordis of prophesie of this book; worschipe thou God.
καὶ λέγει μοι Ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ Θεῷ προσκύνησον.
10 And he seide to me, `Signe, ether seele, thou not the wordis of prophesie of this book; for the tyme is niy.
Καὶ λέγει μοι Μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· ὁ καιρὸς γὰρ ἐγγύς ἐστιν.
11 He that noyeth, noye he yit; and he that is in filthis, wexe foul yit; and a iust man, be iustified yit, and the hooli, be halewid yit.
ὁ ἀδικῶν ἀδικησάτω ἔτι, καὶ ὁ ῥυπαρὸς ῥυπανθήτω ἔτι, καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι, καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι.
12 Lo! Y come soone, and my mede with me, to yelde to ech man aftir hise werkis.
Ἰδοὺ ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετ’ ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ἐστὶν αὐτοῦ.
13 Y am alpha and oo, the firste and the laste, bigynnyng and ende.
ἐγὼ τὸ Ἄλφα καὶ τὸ Ὦ, ὁ πρῶτος καὶ ὁ ἔσχατος, ἡ ἀρχὴ καὶ τὸ τέλος.
14 Blessid be thei, that waischen her stoolis, that the power of hem be in the tree of lijf, and entre bi the yatis in to the citee.
μακάριοι οἱ πλύνοντες τὰς στολὰς αὐτῶν, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν.
15 For with outen forth houndis, and witchis, and unchast men, and manquelleris, and seruynge to idols, and ech that loueth and makith leesyng.
ἔξω οἱ κύνες καὶ οἱ φάρμακοι καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ πᾶς φιλῶν καὶ ποιῶν ψεῦδος.
16 I Jhesus sente myn aungel, to witnesse to you these thingis in chirchis. Y am the roote and kyn of Dauid, and the schynynge morewe sterre.
Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος Δαυείδ, ὁ ἀστὴρ ὁ λαμπρός, ὁ πρωϊνός.
17 And the spirit and the spousesse seien, Come thou. And he that herith, seie, Come thou; and he that thirstith, come; and he that wole, take he freli the watir of lijf.
Καὶ τὸ Πνεῦμα καὶ ἡ νύμφη λέγουσιν Ἔρχου. καὶ ὁ ἀκούων εἰπάτω Ἔρχου. καὶ ὁ διψῶν ἐρχέσθω, ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν.
18 And I witnesse to ech man herynge the wordis of prophesie of this book, if ony man schal putte to these thingis, God schal putte on hym the veniauncis writun in this book.
Μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· ἐάν τις ἐπιθῇ ἐπ’ αὐτά, ἐπιθήσει ὁ Θεὸς ἐπ’ αὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ·
19 And if ony man do awei of the wordis of the book of this prophesie, God schal take awei the part of hym fro the book of lijf, and fro the hooli citee, and fro these thingis that ben writun in this book.
καὶ ἐάν τις ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης, ἀφελεῖ ὁ Θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ.
20 He seith, that berith witnessyng of these thingis, Yhe, amen. I come soone. Amen. Come thou, Lord Jhesu.
Λέγει ὁ μαρτυρῶν ταῦτα Ναί, ἔρχομαι ταχύ. Ἀμήν, ἔρχου Κύριε Ἰησοῦ.
21 The grace of oure Lord Jhesu Crist be with you alle. Amen.
Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ μετὰ πάντων.

< Revelation 22 +