< Philippians 2 >

1 Therfor if ony coumfort is in Crist, if ony solace of charite, if ony felouschipe of spirit, if ony inwardnesse of merci doyng,
Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία Πνεύματος, εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί,
2 fille ye my ioye, that ye vndurstonde the same thing, and haue the same charite, of o wille, and feelen the same thing;
πληρώσατέ μου τὴν χαρὰν ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύνψυχοι, τὸ ἓν φρονοῦντες,
3 no thing bi strijf, nether by veyn glorie, but in mekenesse, demynge eche othere to be heiyer than hym silf;
μηδὲν κατ’ ἐριθείαν μηδὲ κατὰ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν,
4 not biholdinge ech bi hym silf what thingis ben his owne, but tho thingis that ben of othere men.
μὴ τὰ ἑαυτῶν ἕκαστοι σκοποῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστοι.
5 And fele ye this thing in you, which also in Crist Jhesu;
τοῦτο φρονεῖτε ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ,
6 that whanne he was in the forme of God, demyde not raueyn, that hym silf were euene to God;
ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ,
7 but he lowide hym silf, takinge the forme of a seruaunt, and was maad in to the licknesse of men, and in abite was foundun as a man.
ἀλλὰ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος
8 He mekide hym silf, and was maad obedient to the deth, yhe, to the deth of the cross.
ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.
9 For which thing God enhaunside hym, and yaf to hym a name that is aboue al name;
διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν, καὶ ἐχαρίσατο αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα,
10 that in the name of Jhesu ech kne be bowid, of heuenli thingis, of ertheli thingis, and of hellis;
ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων,
11 and ech tunge knouleche, that the Lord Jhesu Crist is in the glorie of God the fadir.
καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι ΚΥΡΙΟΣ ΙΗΣΟΥΣ ΧΡΙΣΤΟΣ εἰς δόξαν Θεοῦ Πατρός.
12 Therfor, my most dereworthe britheren, as euere more ye han obeischid, not in my presence onely, but myche more now in myn absence, worche ye with drede and trembling youre heelthe.
Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε·
13 For it is God that worchith in you, bothe to wilne, and to performe, for good wille.
Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας.
14 And do ye alle thingis with out grutchingis and doutyngis;
πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν,
15 that ye be with out playnt, and symple as the sones of God, with out repreef, in the myddil of a schrewid nacioun and a weiward; among whiche ye schynen as yyueris of liyt in the world.
ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἄμωμα μέσον γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ,
16 And holde ye togidere the word of lijf to my glorie in the day of Crist; for Y haue not runnen in veyn, nether Y haue trauelid in veyn.
λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ, ὅτι οὐκ εἰς κενὸν ἔδραμον οὐδὲ εἰς κενὸν ἐκοπίασα.
17 But thouy Y be offrid or slayn on the sacrifice and seruyce of youre feith, Y haue ioye, and Y thanke you alle.
Ἀλλὰ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συνχαίρω πᾶσιν ὑμῖν·
18 And the same thing haue ye ioye, and thanke ye me.
τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συνχαίρετέ μοι.
19 And Y hope in the Lord Jhesu, that Y schal sende Tymothe soone to you, that Y be of good coumfort, whanne tho thingis ben knowun that ben aboute you.
Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν.
20 For Y haue no man so of o wille, that is bisi for you with clene affeccioun.
οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει·
21 For alle men seken tho thingis that ben her owne, not tho that ben of Crist Jhesu.
οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Χριστοῦ Ἰησοῦ.
22 But knowe ye the asaie of hym, for as a sone to the fadir he hath seruyd with me in the gospel.
τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον.
23 Therfor Y hope that Y schal sende hym to you, anoon as Y se what thingis ben aboute me.
Τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι ὡς ἂν ἀφίδω τὰ περὶ ἐμὲ ἐξαυτῆς·
24 And Y triste in the Lord, that also my silf schal come to you soone.
πέποιθα δὲ ἐν Κυρίῳ ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι.
25 And Y gesside it nedeful to sende to you Epafrodite, my brother and euene worchere, and myn euene knyyt, but youre apostle, and the mynystre of my nede.
ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συνστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς,
26 For he desiride you alle, and he was sorewful, therfor that ye herden that he was sijk.
ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς, καὶ ἀδημονῶν, διότι ἠκούσατε ὅτι ἠσθένησεν.
27 For he was sijk to the deth, but God hadde merci on him; and not oneli on hym, but also on me, lest Y hadde heuynesse on heuynesse.
καὶ γὰρ ἠσθένησεν παραπλήσιον θανάτῳ· ἀλλὰ ὁ Θεὸς ἠλέησεν αὐτόν, οὐκ αὐτὸν δὲ μόνον ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ.
28 Therfor more hastili Y sente hym, that whanne ye han seyn hym, ye haue ioye eft, and Y be withouten heuynesse.
σπουδαιοτέρως οὖν ἔπεμψα αὐτὸν, ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε κἀγὼ ἀλυπότερος ὦ.
29 Therfor resseyue ye hym with al ioye in the Lord, and haue ye suche with al onour.
προσδέχεσθε οὖν αὐτὸν ἐν Κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε,
30 For the werk of Crist he wente to deth, yyuynge his lijf, that he schulde fulfille that that failide of you anentis my seruyce.
ὅτι διὰ τὸ ἔργον Χριστοῦ μέχρι θανάτου ἤγγισεν παραβολευσάμενος τῇ ψυχῇ, ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας.

< Philippians 2 >