< Matthew 27 >

1 But whanne the morowtid was comun, alle the princis of prestis, and the eldre men of the puple token counsel ayens Jhesu, that thei schulden take hym to the deeth.
Πρωΐας δὲ γενομένης, συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ, ὥστε θανατῶσαι αὐτόν·
2 And thei ledden him boundun, and bitoken to Pilat of Pounce, iustice.
καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν αὐτὸν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι.
3 Thanne Judas that bitraiede hym, say that he was dampned, he repentide, and brouyte ayen the thretti pans to the princis of prestis, and to the elder men of the puple,
Τότε ἰδὼν Ἰούδας ὁ παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη, μεταμεληθεὶς ἀπέστρεψε τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέροις,
4 and seide, Y haue synned, bitraiynge riytful blood. And thei seiden, What to vs? bise thee.
λέγων, Ἥμαρτον παραδοὺς αἷμα ἀθῷον. Οἱ δὲ εἶπον, Τί πρὸς ἡμᾶς; Σὺ ὄψει.
5 And whanne he hadde cast forth the siluer in the temple, he passide forth, and yede, and hongide hym silf with a snare.
Καὶ ῥίψας τὰ ἀργύρια ἐν τῷ ναῷ, ἀνεχώρησε· καὶ ἀπελθὼν ἀπήγξατο.
6 And the princis of prestis token the siluer, and seide, It is not leueful to putte it in to the treserie, for it is the prijs of blood.
Οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπον, Οὐκ ἔξεστι βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστι.
7 And whanne thei hadden take counsel, thei bouyten with it a feeld of a potter, in to biryyng of pilgrymys.
Συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως, εἰς ταφὴν τοῖς ξένοις.
8 Herfor thilke feeld is clepid Acheldemac, that is, a feeld of blood, in to this dai.
Διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος Ἀγρὸς Αἵματος, ἕως τῆς σήμερον.
9 Thanne that was fulfillid, that was seid bi the prophete Jeremye, seiynge, And thei han takun thretti pans, the prijs of a man preysid, whom thei preiseden of the children of Israel;
Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου, λέγοντος, Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου, ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ·
10 and thei yauen hem in to a feeld of a potter, as the Lord hath ordenyd to me.
καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέ μοι Κύριος.
11 And Jhesus stood bifor the domesman; and the iustice axide him, and seide, Art thou king of Jewis?
Ὁ δὲ Ἰησοῦς ἔστη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμών, λέγων, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ, Σὺ λέγεις.
12 Jhesus seith to hym, Thou seist. And whanne he was accusid of the princis of prestis, and of the eldere men of the puple, he answeride no thing.
Καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ τῶν πρεσβυτέρων, οὐδὲν ἀπεκρίνατο.
13 Thanne Pilat seith to him, Herist thou not, hou many witnessyngis thei seien ayens thee?
Τότε λέγει αὐτῷ ὁ Πιλάτος, Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσι;
14 And he answeride not `to hym ony word, so that the iustice wondride greetli.
Καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν.
15 But for a solempne dai the iustice was wont to delyuere to the puple oon boundun, whom thei wolden.
Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον, ὃν ἤθελον.
16 And he hadde tho a famous man boundun, that was seid Barrabas.
Εἶχον δὲ τότε δέσμιον ἐπίσημον, λεγόμενον Βαραββᾶν.
17 Therfor Pilate seide to hem, whanne thei weren to gidere, Whom wolen ye, that Y delyuere to you? whether Barabas, or Jhesu, that is seid Crist?
Συνηγμένων οὖν αὐτῶν, εἶπεν αὐτοῖς ὁ Πιλάτος, Τίνα θέλετε ἀπολύσω ὑμῖν; Βαραββᾶν, ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν;
18 For he wiste, that bi enuye thei bitraieden hym.
ᾜδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν.
19 And while he sat for domesman, his wijf sente to hym, and seide, No thing to thee and to that iust man; for Y haue suffrid this dai many thingis for hym, bi a visioun.
Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος, ἀπέστειλε πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ, λέγουσα, Μηδέν σοι καὶ τῷ δικαίῳ ἐκείνῳ· πολλὰ γὰρ ἔπαθον σήμερον κατ᾽ ὄναρ δι᾽ αὐτόν.
20 Forsothe the prince of prestis, and the eldere men counseiliden the puple, that thei schulden axe Barabas, but thei schulden distrye Jhesu.
Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν.
21 But the iustice answeride, and seide to hem, Whom of the tweyn wolen ye, that be delyuerit to you? And thei seiden, Barabas.
Ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς, Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; Οἱ δὲ εἶπον, Βαραββᾶν.
22 Pilat seith to hem, What thanne schal Y do of Jhesu, that is seid Crist?
Λέγει αὐτοῖς ὁ Πιλάτος, Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον Χριστόν; Λέγουσιν αὐτῷ πάντες, Σταυρωθήτω.
23 Alle seien, `Be he crucified. The iustice seith to hem, What yuel hath he doon? And thei crieden more, and seiden, Be he crucified.
Ὁ δὲ ἡγεμὼν ἔφη, Τί γὰρ κακὸν ἐποίησεν; Οἱ δὲ περισσῶς ἔκραζον, λέγοντες, Σταυρωθήτω.
24 And Pilat seynge that he profitide no thing, but that the more noyse was maad, took watir, and waischide hise hondis bifor the puple, and seide, Y am giltles of the blood of this riytful man; bise you.
Ἰδὼν δὲ ὁ Πιλάτος ὅτι οὐδὲν ὠφελεῖ, ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ, ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου, λέγων, Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου· ὑμεῖς ὄψεσθε.
25 And al the puple answeride, and seide, His blood be on vs, and on oure children.
Καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπε, Τὸ αἷμα αὐτοῦ ἐφ᾽ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.
26 Thanne he deliuerede to hem Barabas, but he took to hem Jhesu scourgid, to be crucified.
Τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν· τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ.
27 Thanne knyytis of the iustice token Jhesu in the moot halle, and gadriden to hym al the cumpeny `of knyytis.
Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος, παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον, συνήγαγον ἐπ᾽ αὐτὸν ὅλην τὴν σπεῖραν·
28 And thei vnclothiden hym, and diden aboute hym a reed mantil;
καὶ ἐκδύσαντες αὐτόν, περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην.
29 and thei foldiden a coroun of thornes, and putten on his heed, and a rehed in his riyt hoond; and thei kneliden bifore hym, and scornyden hym, and seiden, Heil, kyng of Jewis.
Καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν, ἐπέθηκαν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ κάλαμον ἐπὶ τὴν δεξιὰν αὐτοῦ· καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιζον αὐτῷ, λέγοντες, Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων·
30 And thei speten on hym, and tooken a rehed, and smoot his heed.
καὶ ἐμπτύσαντες εἰς αὐτόν, ἔλαβον τὸν κάλαμον, καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ.
31 And aftir that thei hadden scorned him, thei vnclothiden hym of the mantil, and thei clothiden hym with hise clothis, and ledden hym to `crucifien hym.
Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα, καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι.
32 And as thei yeden out, thei founden a man of Cirenen comynge fro the toun, Symont bi name; thei constreyneden hym to take his cross.
Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον, ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.
33 And thei camen in to a place that is clepid Golgatha, that is, the place of Caluarie.
Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστι λεγόμενος Κρανίου Τόπος,
34 And thei yauen hym to drynke wyne meynd with galle; and whanne he hadde tastid, he wolde not drynke.
ἔδωκαν αὐτῷ πιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ἤθελε πιεῖν.
35 And aftir that thei hadden crucified hym, thei departiden his clothis, and kesten lotte, to fulfille that is seid bi the prophete, seiynge, Thei partiden to hem my clothis, and on my clooth thei kesten lott.
Σταυρώσαντες δὲ αὐτόν, διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον.
36 And thei seten, and kepten him;
Καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ.
37 and setten aboue his heed his cause writun, This is Jhesu of Nazareth, kyng of Jewis.
Καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην, Οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεὺς τῶν Ἰουδαίων.
38 Thanne twey theues weren crucified with hym, oon on the riythalf, and oon on the lefthalf.
Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων.
39 And men that passiden forth blasfemeden hym,
Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν,
40 mouynge her heedis, and seiynge, Vath to thee, that distriest the temple of God, and in the thridde dai bildist it ayen; saue thou thi silf; if thou art the sone of God, come doun of the cross.
καὶ λέγοντες, Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ.
41 Also and princis of prestis scornynge, with scribis and elder men,
Ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων καὶ Φαρισαίων ἔλεγον,
42 seiden, He made othere men saaf, he may not make hym silf saaf; if he is kyng of Israel, come he now doun fro the crosse, and we bileuen to hym;
Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν ἐπ᾽ αὐτῷ.
43 he tristide in God; delyuer he hym now, if he wole; for he seide, That Y am Goddis sone.
Πέποιθεν ἐπὶ τὸν Θεόν· ῥυσάσθω νῦν αὐτόν, εἰ θέλει αὐτόν. Εἶπε γὰρ ὅτι Θεοῦ εἰμι υἱός.
44 And the theues, that weren crucified with hym, vpbreididen hym of the same thing.
Τὸ δ᾽ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες αὐτῷ ὠνείδιζον αὐτόν.
45 But fro the sixte our derknessis weren maad on al the erthe, to the nynthe our.
Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης.
46 And aboute the nynthe our Jhesus criede with a greet vois, and seide, Heli, Heli, lamazabatany, that is, My God, my God, whi hast thou forsake me?
Περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, λέγων, Ἠλί, Ἠλί, λιμὰ σαβαχθανί; Τοῦτ᾽ ἔστι, Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;
47 And summen that stoden there, and herynge, seiden, This clepith Helye.
Τινὲς δὲ τῶν ἐκεῖ ἑστώτων ἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος.
48 And anoon oon of hem rennynge, took and fillide a spounge with vynegre, and puttide on a rehed, and yaf to hym to drynke.
Καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν, καὶ λαβὼν σπόγγον, πλήσας τε ὄξους, καὶ περιθεὶς καλάμῳ, ἐπότιζεν αὐτόν.
49 But othir seiden, Suffre thou; se we whether Helie come to deliuer hym.
Οἱ δὲ λοιποὶ ἔλεγον, Ἄφες, ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν.
50 Forsothe Jhesus eftsoone criede with a greet voyce, and yaf vp the goost.
Ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκε τὸ πνεῦμα.
51 And lo! the veil of the temple was to-rent in twey parties, fro the hiest to the lowest. And the erthe schoke, and stoonus weren cloue; and birielis weren openyd,
Καὶ ἰδού, τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω· καὶ ἡ γῆ ἐσείσθη· καὶ αἱ πέτραι ἐσχίσθησαν·
52 and many bodies of seyntis that hadden slepte, rysen vp.
καὶ τὰ μνημεῖα ἀνεῴχθησαν· καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη·
53 And thei yeden out of her birielis, and aftir his resurreccioun thei camen in to the holi citee, and apperiden to many.
καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν, καὶ ἐνεφανίσθησαν πολλοῖς.
54 And the centurien and thei that weren with hym kepinge Jhesu, whanne thei saien the erthe schakynge, and tho thingis that weren doon, thei dredden greetli,
Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ᾽ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα, ἐφοβήθησαν σφόδρα, λέγοντες, Ἀληθῶς Θεοῦ υἱὸς ἦν οὗτος.
55 and seiden, Verili this was Goddis sone. And ther weren there many wymmen afer, that sueden Jhesu fro Galilee, and mynystriden to hym.
Ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας, διακονοῦσαι αὐτῷ,
56 Among whiche was Marie Magdalene, and Marie, the modir of James, and of Joseph, and the modir of Zebedees sones.
ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Ἰωσῆ μήτηρ, καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου.
57 But whanne the euenyng was come, ther cam a riche man of Armathi, Joseph bi name, and he was a disciple of Jhesu.
Ὀψίας δὲ γενομένης, ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἀριμαθαίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς ἐμαθήτευσε τῷ Ἰησοῦ·
58 He wente to Pilat, and axide the bodi of Jhesu.
οὗτος προσελθὼν τῷ Πιλάτῳ, ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. Τότε ὁ Πιλάτος ἐκέλευσεν ἀποδοθῆναι τὸ σῶμα.
59 Thanne Pilat comaundide the bodie to be youun. And whanne the bodi was takun, Joseph lappide it in a clene sendel,
Καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν αὐτὸ σινδόνι καθαρᾷ,
60 and leide it in his newe biriel, that he hadde hewun in a stoon; and he walewide a greet stoon to the dore of the biriel, and wente awei.
καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ, ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ· καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου, ἀπῆλθεν.
61 But Marie Maudelene and anothir Marie weren there, sittynge ayens the sepulcre.
Ἦν δὲ ἐκεῖ Μαρία ἡ Μαγδαληνή, καὶ ἡ ἄλλη Μαρία, καθήμεναι ἀπέναντι τοῦ τάφου.
62 And on `the tother dai, that is aftir pask euen, the princis of prestis and the Farisees camen togidere to Pilat,
Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶ μετὰ τὴν Παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλάτον,
63 and seiden, Sir, we han mynde, that thilke giloure seide yit lyuynge, Aftir thre daies Y schal rise ayen to lijf.
λέγοντες, Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν, Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι.
64 Therfor comaunde thou, that the sepulcre be kept in to the thridde dai; lest hise disciplis comen, and stelen hym, and seie to the puple, He hath rise fro deeth; and the laste errour schal be worse than the formere.
Κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας· μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ νυκτὸς κλέψωσιν αὐτόν, καὶ εἴπωσι τῷ λαῷ, Ἠγέρθη ἀπὸ τῶν νεκρῶν· καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης.
65 Pilat seide to hem, Ye han the kepyng; go ye, kepe ye as ye kunnen.
Ἔφη δὲ αὐτοῖς ὁ Πιλάτος, Ἔχετε κουστωδίαν· ὑπάγετε, ἀσφαλίσασθε ὡς οἴδατε.
66 And thei yeden forth, and kepten the sepulcre, markynge the stoon, with keperis.
Οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον, σφραγίσαντες τὸν λίθον, μετὰ τῆς κουστωδίας.

< Matthew 27 >