< Matthew 25 >
1 Thanne the kyngdoom of heuenes schal be lijk to ten virgyns, whiche token her laumpis, and wenten out ayens the hosebonde and the wijf;
Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν ἐξῆλθον εἰς ὑπάντησιν τοῦ νυμφίου.
2 and fyue of hem weren foolis, and fyue prudent.
πέντε δὲ ἐξ αὐτῶν ἦσαν μωραὶ καὶ πέντε φρόνιμοι.
3 But the fyue foolis token her laumpis, and token not oile with hem;
αἱ γὰρ μωραὶ λαβοῦσαι τὰς λαμπάδας οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον·
4 but the prudent token oile in her vessels with the laumpis.
αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις μετὰ τῶν λαμπάδων ἑαυτῶν.
5 And whilis the hosebonde tariede, alle thei nappiden and slepten.
χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον.
6 But at mydnyyt a cryy was maad, Lo! the spouse cometh, go ye oute to mete with him.
μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν Ἰδοὺ ὁ νυμφίος, ἐξέρχεσθε εἰς ἀπάντησιν.
7 Thanne alle tho virgyns risen vp, and araieden her laumpis.
τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας ἑαυτῶν.
8 And the foolis seiden to the wise, Yyue ye to vs of youre oile, for oure laumpis ben quenchid.
αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπαν Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται.
9 The prudent answeriden, and seiden, Lest perauenture it suffice not to vs and to you, go ye rather to men that sellen, and bie to you.
ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι Μή ποτε οὐ μὴ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς.
10 And while thei wenten for to bie, the spouse cam; and tho that weren redi, entreden with him to the weddyngis; and the yate was schit.
ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα.
11 And at the last the othere virgyns camen, and seiden, Lord, lord, opene to vs.
ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι Κύριε κύριε, ἄνοιξον ἡμῖν.
12 And he answeride, and seide, Treuli Y seie to you, Y knowe you not.
ὁ δὲ ἀποκριθεὶς εἶπεν Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς.
13 Therfor wake ye, for ye witen not the dai ne the our.
Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν.
14 For as a man that goith in pilgrimage, clepide hise seruauntis, and bitook to hem hise goodis;
Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσεν τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ,
15 and to oon he yaf fyue talentis, and to another tweyne, and to another oon, to ech after his owne vertu; and wente forth anoon.
καὶ ᾧ μὲν ἔδωκεν πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν. Εὐθέως
16 And he that hadde fyue besauntis, wente forth, and wrouyte in hem, and wan othere fyue.
πορευθεὶς ὁ τὰ πέντε τάλαντα λαβὼν ἠργάσατο ἐν αὐτοῖς καὶ ἐκέρδησεν ἄλλα πέντε·
17 Also and he that hadde takun tweyne, wan othere tweyne.
ὡσαύτως ὁ τὰ δύο ἐκέρδησεν ἄλλα δύο.
18 But he that hadde takun oon, yede forth, and dalf in to the erthe, and hidde the money of his lord.
ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν γῆν καὶ ἔκρυψεν τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ.
19 But after long tyme, the lord of tho seruauntis cam, and rekenede with hem.
μετὰ δὲ πολὺν χρόνον ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει λόγον μετ’ αὐτῶν.
20 And he that hadde takun fyue besauntis, cam, and brouyte othere fyue, and seide, Lord, thou bytokist to me fyue besauntis, loo! Y haue getun aboue fyue othere.
καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων Κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα.
21 His lord seide to hym, Wel be thou, good seruaunt and feithful; for on fewe thingis thou hast be trewe, Y schal ordeyne thee on manye thingis; entre thou in to the ioye of thi lord.
ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.
22 And he that hadde takun twey talentis, cam, and seide, Lord, thou bitokist to me twey besauntis; loo!
προσελθὼν καὶ ὁ τὰ δύο τάλαντα εἶπεν Κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα.
23 Y haue wonnen ouer othir tweyne. His lord seide to him, Wel be thou, good seruaunt and trewe; for on fewe thingis thou hast be trewe, Y schal ordeyne thee on many thingis; entre thou in to the ioie of thi lord.
ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.
24 But he that hadde takun o besaunt, cam, and seide, Lord, Y woot that thou art an hard man; thou repist where thou hast not sowe, and thou gederist togidere where thou hast not spred abrood;
προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν Κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας·
25 and Y dredynge wente, and hidde thi besaunt in the erthe; lo! thou hast that that is thin.
καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν.
26 His lord answeride, and seide to hym, Yuel seruaunt and slowe, wistist thou that Y repe where Y sewe not, and gadir to gidere where Y spredde not abrood?
ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ Πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα, καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα;
27 Therfor it bihofte thee to bitake my money to chaungeris, that whanne Y cam, Y schulde resseyue that that is myn with vsuris.
ἔδει σε οὖν βαλεῖν τὰ ἀργύριά μου τοῖς τραπεζείταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ.
28 Therfor take awei fro hym the besaunt, and yyue ye to hym that hath ten besauntis.
ἄρατε οὖν ἀπ’ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα·
29 For to euery man that hath me schal yyue, and he schal encreese; but fro hym that hath not, also that that hym semeth to haue, schal be taken awey fro him.
τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται· τοῦ δὲ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ.
30 And caste ye out the vnprofitable seruaunt in to vtmer derknessis; ther schal be wepyng, and gryntyng of teeth.
καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
31 Whanne mannus sone schal come in his maieste, and alle hise aungels with hym, thanne he schal sitte on the sege of his maieste;
Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἄγγελοι μετ’ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ·
32 and alle folkis schulen be gaderid bifor hym,
καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφορίσει αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων,
33 and he schal departe hem atwynne, as a scheeperde departith scheep from kidis; and he schal sette the scheep on his riythalf, and the kidis on the lefthalf.
καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων.
34 Thanne the kyng schal seie to hem, that schulen be on his riythalf, Come ye, the blessid of my fadir, take ye in possessioun the kyngdoom maad redi to you fro the makyng of the world.
τότε ἐρεῖ ὁ Βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.
35 For Y hungride, and ye yauen me to ete; Y thristide, and ye yauen me to drynke; Y was herboreles, and ye herboriden me;
ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με,
36 nakid, and ye hiliden me; sijk, and ye visitiden me; Y was in prisoun, and ye camen to me.
γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθατε πρός με.
37 Thanne iust men schulen answere to hym, and seie, Lord, whanne siyen we thee hungry, and we fedden thee; thristi, and we yauen to thee drynk?
τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες Κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν;
38 and whanne sayn we thee herborles, and we herboreden thee; or nakid, and we hiliden thee?
πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν;
39 or whanne sayn we thee sijk, or in prisoun, and we camen to thee?
πότε δέ σε εἴδομεν ἀσθενοῦντα ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε;
40 And the kyng answerynge schal seie to hem, Treuli Y seie to you, as longe as ye diden to oon of these my leeste britheren, ye diden to me.
καὶ ἀποκριθεὶς ὁ Βασιλεὺς ἐρεῖ αὐτοῖς Ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.
41 Thanne the kyng schal seie also to hem, that schulen be on his lefthalf, Departe fro me, ye cursid, in to euerlastynge fijr, that is maad redi to the deuel and hise aungels. (aiōnios )
τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων Πορεύεσθε ἀπ’ ἐμοῦ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. (aiōnios )
42 For Y hungride, and ye yauen not me to ete; Y thristide, and ye yauen not me to drynke;
ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με,
43 Y was herborles, and ye herberden not me; nakid, and ye keuerden not me; sijk, and in prisoun, and ye visitiden not me.
ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με.
44 Thanne and thei schulen answere to hym, and schulen seie, Lord, whanne sayn we thee hungrynge, or thristynge, or herboreles, or nakid, or sijk, or in prisoun, and we serueden not to thee?
τότε ἀποκριθήσονται καὶ αὐτοὶ λέγοντες Κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι;
45 Thanne he schal answere to hem, and seie, Treuli Y seie to you, `hou longe ye diden not to oon of these leeste, nether ye diden to me.
τότε ἀποκριθήσεται αὐτοῖς λέγων Ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε.
46 And these schulen goo in to euerlastynge turment; but the iust men schulen go in to euerlastynge lijf. (aiōnios )
καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. (aiōnios )