< Matthew 20 >
1 The kyngdom of heuenes is lijc to an housbonde man, that wente out first bi the morewe, to hire werk men in to his vyneyerd.
Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ.
2 And whanne the couenaunt was maad with werk men, of a peny for the dai, he sente hem in to his vyneyerd.
συμφωνήσας δὲ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ.
3 And he yede out aboute the thridde our, and say othere stondynge idel in the chepyng.
καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς,
4 And he seide to hem, Go ye also in to myn vynyerd, and that that schal be riytful, Y schal yyue to you.
καὶ ἐκείνοις εἶπεν Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν.
5 And thei wenten forth. Eftsoones he wente out aboute the sixte our, and the nynthe, and dide in lijk maner.
οἱ δὲ ἀπῆλθον. πάλιν δὲ ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως.
6 But aboute the elleuenthe our he wente out, and foond other stondynge; and he seide to hem, What stonden ye idel here al dai?
περὶ δὲ τὴν ἑνδεκάτην ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας, καὶ λέγει αὐτοῖς Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;
7 Thei seien to him, For no man hath hirid vs. He seith to hem, Go ye also in to my vyneyerd.
λέγουσιν αὐτῷ Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. λέγει αὐτοῖς Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα.
8 And whanne euenyng was comun, the lord of the vyneyerd seith to his procuratoure, Clepe the werk men, and yelde to hem her hire, and bigynne thou at the laste til to the firste.
ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος τὸν μισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων.
9 And so whanne thei weren comun, that camen aboute the elleuenthe our, also thei token eueryche of hem a peny.
ἐλθόντες δὲ οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον.
10 But the firste camen, and demeden, that thei schulden take more, but thei token ech oon bi hem silf a peny;
καὶ ἐλθόντες οἱ πρῶτοι ἐνόμισαν ὅτι πλεῖον λήμψονται· καὶ ἔλαβον τὸ ἀνὰ δηνάριον καὶ αὐτοί.
11 and in the takyng grutchiden ayens the hosebonde man, and seiden,
λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου
12 These laste wrouyten oon our, and thou hast maad hem euen to vs, that han born the charge of the dai, and heete?
λέγοντες Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους αὐτοὺς ἡμῖν ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα.
13 And he answeride to oon of hem, and seide, Freend, Y do thee noon wrong; whether thou hast not acordid with me for a peny?
ὁ δὲ ἀποκριθεὶς ἑνὶ αὐτῶν εἶπεν Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι;
14 Take thou that that is thin, and go; for Y wole yyue to this laste man, as to thee.
ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί·
15 Whether it is not leueful to me to do that that Y wole? Whether thin iye is wickid, for Y am good?
οὐκ ἔξεστίν μοι ὃ θέλω ποιῆσαι ἐν τοῖς ἐμοῖς; ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι;
16 So the laste schulen be the firste, and the firste the laste; `for many ben clepid, but fewe ben chosun.
Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ἔσχατοι.
17 And Jhesus wente vp to Jerusalem, and took hise twelue disciplis in priuetee, and seide to hem, Lo!
Μέλλων δὲ ἀναβαίνειν Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα κατ’ ἰδίαν, καὶ ἐν τῇ ὁδῷ εἶπεν αὐτοῖς
18 we goon vp to Jerusalem, and mannus sone schal be bitakun to princis of prestis, and scribis; and thei schulen condempne him to deeth.
Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν εἰς θάνατον,
19 And thei schulen bitake hym to hethene men, for to be scorned, and scourgid, and crucified; and the thridde day he schal rise ayen to lijf.
καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται.
20 Thanne the modir of the sones of Zebedee cam to hym with hir sones, onourynge, and axynge sum thing of hym.
Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι ἀπ’ αὐτοῦ.
21 And he seide to hir, What wolt thou? She seith to hym, Seie that thes tweyne my sones sitte, oon at thi riythalf, and oon at thi lefthalf, in thi kyngdom.
ὁ δὲ εἶπεν αὐτῇ Τί θέλεις; λέγει αὐτῷ Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου.
22 Jhesus answeride, and seide, Ye witen not what ye axen. Moun ye drynke the cuppe which Y schal drynke? Thei seien to hym, We moun.
ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν Οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν; λέγουσιν αὐτῷ Δυνάμεθα.
23 He seith to hem, Ye schulen drinke my cuppe; but to sitte at my riythalf or lefthalf, it is not myn to yyue to you; but to whiche it is maad redi of my fadir.
λέγει αὐτοῖς Τὸ μὲν ποτήριόν μου πίεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν τοῦτο δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρός μου.
24 And the ten herynge, hadden indignacioun of the twei britheren.
καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν.
25 But Jhesus clepide hem to hym, and seide, Ye witen, that princis of hethene men ben lordis of hem, and thei that ben gretter, vsen power on hem.
ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν.
26 It schal not be so among you; but who euer wole be maad gretter among you, be he youre mynystre;
οὐχ οὕτως ἐστὶν ἐν ὑμῖν· ἀλλ’ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι, ἔσται ὑμῶν διάκονος,
27 and who euer among you wole be the firste, he schal be youre seruaunt.
καὶ ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος, ἔσται ὑμῶν δοῦλος·
28 As mannus sone cam not to be seruyd, but to serue, and to yyue his lijf redempcioun for manye.
ὥσπερ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι, ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
29 And whanne thei yeden out of Jerico, miche puple suede him.
Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἱερειχὼ ἠκολούθησεν αὐτῷ ὄχλος πολύς.
30 And lo! twei blynde men saten bisydis the weie, and herden that Jhesus passide; and thei crieden, and seiden, Lord, the sone of Dauid, haue merci on vs.
καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες Κύριε, ἐλέησον ἡμᾶς, υἱὸς Δαυείδ.
31 And the puple blamede hem, that thei schulden be stille; and thei crieden the more, and seiden, Lord, the sone of Dauid, haue merci on vs.
ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν· οἱ δὲ μεῖζον ἔκραξαν λέγοντες Κύριε, ἐλέησον ἡμᾶς, υἱὸς Δαυείδ.
32 And Jhesus stood, and clepide hem, and seide, What wolen ye, that Y do to you?
καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν Τί θέλετε ποιήσω ὑμῖν;
33 Thei seien to him, Lord, that oure iyen be opened.
λέγουσιν αὐτῷ Κύριε, ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν.
34 And Jhesus hadde merci on hem, and touchide her iyen; and anoon thei sayen, and sueden him.
σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν ὀμμάτων αὐτῶν, καὶ εὐθέως ἀνέβλεψαν καὶ ἠκολούθησαν αὐτῷ.