< Matthew 17 >

1 And after sixe daies Jhesus took Petre, and James, and Joon, his brother, and ledde hem aside in to an hiy hil,
Καὶ μεθʼ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατʼ ἰδίαν.
2 and was turned in to an othir licnesse bifor hem. And his face schone as the sunne; and hise clothis weren maad white as snowe.
καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ⸀ἐγένετολευκὰ ὡς τὸ φῶς.
3 And lo! Moises and Elie apperiden to hem, and spaken with hym.
καὶ ἰδοὺ ⸀ὤφθηαὐτοῖς Μωϋσῆς καὶ Ἠλίας ⸂συλλαλοῦντες μετʼ αὐτοῦ⸃.
4 And Petre answeride, and seide to Jhesu, Lord, it is good vs to be here. If thou wolt, make we here thre tabernaclis; to thee oon, to Moises oon, and oon to Elye. Yit the while he spak, lo!
ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ⸀ποιήσωὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ ⸂Ἠλίᾳ μίαν.
5 a briyt cloude ouerschadewide hem; and lo! a voice out of the cloude, that seide, This is my dereworth sone, in whom Y haue wel pleside to me; here ye hym.
ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· ⸂ἀκούετε αὐτοῦ.
6 And the disciplis herden, and felden doun on her faces, and dredden greetli.
καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα.
7 And Jhesus cam, and touchide hem, and seide to hem, Rise vp, and nyle ye drede.
καὶ ⸂προσῆλθεν ὁ Ἰησοῦς καὶ ἁψάμενος αὐτῶν εἶπεν· Ἐγέρθητε καὶ μὴ φοβεῖσθε.
8 And thei liften vp her iyen, and saien no man, but Jhesu aloone.
ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ ⸀αὐτὸνἸησοῦν μόνον.
9 And as thei camen doun of the hille, Jhesus comaundide to hem, and seide, Seie ye to no man the visioun, til mannus sone rise ayen fro deeth.
Καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· Μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ⸀ἐγερθῇ
10 And his disciplis axiden hym, and seiden, What thanne seien the scribis, that it bihoueth that Elie come first?
καὶ ἐπηρώτησαν αὐτὸν οἱ ⸀μαθηταὶλέγοντες· Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;
11 He answeride, and seide to hem, Elie schal come, and he schal restore alle thingis.
ὁ ⸀δὲἀποκριθεὶς ⸀εἶπεν Ἠλίας μὲν ⸀ἔρχεταικαὶ ἀποκαταστήσει πάντα·
12 And Y seie to you, that Elie is nowe comun, and thei knewen hym not, but thei diden in him what euer thingis thei wolden; and so mannus sone schal suffre of hem.
λέγω δὲ ὑμῖν ὅτι Ἠλίας ἤδη ἦλθεν, καὶ οὐκ ἐπέγνωσαν αὐτὸν ἀλλὰ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτως καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπʼ αὐτῶν.
13 Thanne the disciplis vndurstoden, that he seide to hem of Joon Baptist.
τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς.
14 And whanne he cam to the puple, a man cam to hym, and felde doun on hise knees bifor hym, and seide,
Καὶ ⸀ἐλθόντωνπρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν
15 Lord, haue merci on my sone; for he is lunatike, and suffrith yuele, for ofte tymes he fallith in to the fier, and ofte tymes in to water.
καὶ λέγων· Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς ⸀πάσχει πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ.
16 And Y brouyte hym to thi disciplis, and thei myyten not heele hym.
καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι.
17 Jhesus answeride, and seide, A! thou generacion vnbileueful and weiward; hou long schal Y be with you? hou long schal Y suffre you? Brynge ye hym hider to me.
ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ⸂μεθʼ ὑμῶν ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε.
18 And Jhesus blamede hym, and the deuel wente out fro hym; and the child was heelid fro that our.
καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπʼ αὐτοῦ τὸ δαιμόνιον· καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.
19 Thanne the disciplis camen to Jhesu priueli, and seiden to hym, Whi myyten not we caste hym out?
Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατʼ ἰδίαν εἶπον· Διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;
20 Jhesus seith to hem, For youre vnbileue. Treuli Y seie to you, if ye han feith, as a corn of seneueye, ye schulen seie to this hil, Passe thou hennus, and it schal passe; and no thing schal be vnpossible to you;
ὁ δὲ ⸀λέγειαὐτοῖς· Διὰ τὴν ⸀ὀλιγοπιστίανὑμῶν· ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· ⸂Μετάβα ἔνθεν ἐκεῖ, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ⸀ὑμῖν
21 but this kynde is not caste out, but bi preiyng and fastyng.
22 And whilis thei weren abidynge togidere in Galilee, Jhesus seide to hem, Mannus sone schal be bitraied in to the hondis of men;
⸀Συστρεφομένωνδὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων,
23 and thei schulen sle hym, and the thridde day he schal rise ayen to lijf. And thei weren ful sori.
καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. καὶ ἐλυπήθησαν σφόδρα.
24 And whanne thei camen to Cafarnaum, thei that token tribute, camen to Petre, and seiden to hym, Youre maister payeth not tribute?
Ἐλθόντων δὲ αὐτῶν εἰς Καφαρναοὺμ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπαν· Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα;
25 And he seide, Yhis. And whanne he was comen in to the hous, Jhesus cam bifor hym, and seide, Symount, what semeth to thee? Kyngis of erthe, of whom taken thei tribute? of her sones, ether of aliens?
λέγει· Ναί. καὶ ⸀ἐλθόνταεἰς τὴν οἰκίαν προέφθασεν αὐτὸν ὁ Ἰησοῦς λέγων· Τί σοι δοκεῖ, Σίμων; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων;
26 And he seide, Of aliens. Jhesus seide to hym, Thanne sones ben fre.
⸂εἰπόντος δέ· Ἀπὸ τῶν ἀλλοτρίων, ἔφη αὐτῷ ὁ Ἰησοῦς· Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί.
27 But that we sclaundre hem not, go to the see, and caste an hook, and take thilke fisch that first cometh vp; and, whanne his mouth is opened, thou schalt fynde a stater, and yyue for thee and for me.
ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς ⸀εἰςθάλασσαν βάλε ἄγκιστρον καὶ τὸν ⸀ἀναβάνταπρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.

< Matthew 17 >