< Mark 7 >
1 And the Farisees and summe of the scribis camen fro Jerusalem togidir to hym.
Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν γραμματέων, ἐλθόντες ἀπὸ Ἱεροσολύμων,
2 And whanne thei hadden seen summe of hise disciplis ete breed with vnwaisschen hoondis, thei blameden.
καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ, ὅτι κοιναῖς χερσίν, τοῦτʼ ἔστιν ἀνίπτοις, ἐσθίουσιν τοὺς ἄρτους.
3 The Farisees and alle the Jewis eten not, but thei waisschen ofte her hoondis, holdynge the tradiciouns of eldere men.
(Οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι, ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας οὐκ ἐσθίουσιν, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων,
4 And whanne thei turnen ayen fro chepyng, thei eten not, but thei ben waisschen; and many other thingis ben, `that ben taken `to hem to kepe, wasschyngis of cuppis, and of watir vessels, and of vessels of bras, and of beddis.
καὶ ἀπʼ ἀγορᾶς ἐὰν μὴ βαπτίσωνται οὐκ ἐσθίουσιν, καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων.)
5 And Farisees and scribis axiden hym, and seiden, Whi gon not thi disciplis aftir the tradicioun of eldere men, but with vnwasschen hondis thei eten breed?
Καὶ ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς, “Διὰ τί οἱ μαθηταί σου οὐ περιπατοῦσιν κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ κοιναῖς χερσὶν ἐσθίουσιν τὸν ἄρτον;”
6 And he answeride, and seide to hem, Ysaie prophesiede wel of you, ypocritis, as it is writun, This puple worschipith me with lippis, but her herte is fer fro me;
Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, “Καλῶς ἐπροφήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται, ὅτι ‘Οὗτος ὁ λαὸς τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπʼ ἐμοῦ.
7 and in veyn thei worschipen me, techinge the doctrines and the heestis of men.
Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.’
8 For ye leeuen the maundement of God, and holden the tradiciouns of men, wasschyngis of watir vessels, and of cuppis; and many othir thingis lijk to these ye doon.
Ἀφέντες τὴν ἐντολὴν τοῦ ˚Θεοῦ, κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων.”
9 And he seide to hem, Wel ye han maad the maundement of God voide, `to kepe youre tradicioun.
Καὶ ἔλεγεν αὐτοῖς, “Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ ˚Θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν τηρήσητε.
10 For Moyses seide, Worschipe thi fadir and thi modir; and he that cursith fadir or modir, die he by deeth.
Μωϋσῆς γὰρ εἶπεν, ‘Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου’, καί, ‘Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω.’
11 But ye seien, If a man seie to fadir or modir, Corban, that is, What euer yifte is of me, it schal profite to thee;
Ὑμεῖς δὲ λέγετε, ‘Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί, “Κορβᾶν”’, (ὅ ἐστιν “Δῶρον”), ‘“ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς”’,
12 and ouer ye suffren not hym do ony thing to fadir or modir,
οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ ἢ τῇ μητρί,
13 and ye breken the word of God bi youre tradicioun, that ye han youun; and ye don many suche thingis.
ἀκυροῦντες τὸν λόγον τοῦ ˚Θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε. Καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.”
14 And he eftsoone clepide the puple, and seide to hem, Ye alle here me, and vndurstonde.
Καὶ προσκαλεσάμενος πάλιν τὸν ὄχλον, ἔλεγεν αὐτοῖς, “Ἀκούετέ μου πάντες καὶ συνίετε:
15 No thing that is withouten a man, that entrith in to hym, may defoule him; but tho thingis that comen forth of a man, tho it ben that defoulen a man.
οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν, ὃ δύναται αὐτὸν κοινῶσαι ἀλλὰ τὰ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά, ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον.”
16 If ony man haue eeris of hering, here he.
17 And whanne he was entrid in to an hous, fro the puple, hise disciplis axiden hym the parable.
Καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ τὴν παραβολήν.
18 And he seide to hem, Ye ben vnwise also. Vndurstonde ye not, that al thing without forth that entreth in to a man, may not defoule hym?
Καὶ λέγει αὐτοῖς, “Οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε; Οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον, οὐ δύναται αὐτὸν κοινῶσαι,
19 for it hath not entrid in to his herte, but in to the wombe, and bynethe it goith out, purgynge alle metis.
ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν, ἀλλʼ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται;” (Καθαρίζων πάντα τὰ βρώματα.)
20 But he seide, The thingis that gon out of a man, tho defoulen a man.
Ἔλεγεν δὲ, ὅτι “Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον.
21 For fro with ynne, of the herte of men comen forth yuel thouytis, auowtries,
Ἔσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, πορνεῖαι, κλοπαί, φόνοι, μοιχεῖαι,
22 fornycaciouns, mansleyingis, theftis, auaricis, wickidnessis, gile, vnchastite, yuel iye, blasfemyes, pride, foli.
πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη.
23 Alle these yuels comen forth fro with ynne, and defoulen a man.
Πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται καὶ κοινοῖ τὸν ἄνθρωπον.”
24 And Jhesus roos vp fro thennus, and wente in to the coostis of Tyre and of Sidon. And he yede in to an hous, and wolde that no man wiste; and he myyte not be hid.
Ἐκεῖθεν δὲ ἀναστὰς, ἀπῆλθεν εἰς τὰ ὅρια Τύρου καὶ Σιδῶνος. Καὶ εἰσελθὼν εἰς οἰκίαν, οὐδένα ἤθελεν γνῶναι, καὶ οὐκ ἠδυνάσθη λαθεῖν.
25 For a womman, anoon as sche herd of hym, whos douytir hadde an vnclene spirit, entride, and fel doun at hise feet.
Ἀλλʼ εὐθὺς ἀκούσασα γυνὴ περὶ αὐτοῦ, ἧς εἶχεν τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον ἐλθοῦσα, προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ.
26 And the womman was hethen, of the generacioun of Sirofenyce. And sche preiede hym, that he wolde caste out a deuel fro hir douyter.
Ἡ δὲ γυνὴ ἦν Ἑλληνίς, Συροφοινίκισσα τῷ γένει, καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς.
27 And he seide to hir, Suffre thou, that the children be fulfillid first; for it is not good to take the breed of children, and yyue to houndis.
Καὶ ἔλεγεν αὐτῇ, “Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα, οὐ γάρ ἐστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ τοῖς κυναρίοις βαλεῖν.”
28 And sche answeride, and seide to him, Yis, Lord; for litil whelpis eten vndur the bord, of the crummes of children.
Ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ, “Ναί, ˚Κύριε, καὶ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσθίουσιν ἀπὸ τῶν ψιχίων τῶν παιδίων.”
29 And Jhesus seide to hir, Go thou, for this word the feend wente out of thi douytir.
Καὶ εἶπεν αὐτῇ, “Διὰ τοῦτον τὸν λόγον ὕπαγε, ἐξελήλυθεν τὸ δαιμόνιον, ἐκ τῆς θυγατρός σου.”
30 And whanne sche was gon in to hir hous home, sche foonde the damysel ligynge on the bed, and the deuel gon out fro hir.
Καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς, εὗρεν τὸ παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην, καὶ τὸ δαιμόνιον ἐξεληλυθός.
31 And eftsoones Jhesus yede out fro the coostis of Tire, and cam thorou Sidon to the see of Galilee, bitwixe the myddil of the coostis of Decapoleos.
Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου, ἦλθεν διὰ Σιδῶνος εἰς τὴν θάλασσαν τῆς Γαλιλαίας, ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως.
32 And thei bryngen to hym a man deef and doumbe, and preieden hym to leye his hoond on hym.
Καὶ φέρουσιν αὐτῷ κωφὸν καὶ μογιλάλον, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα.
33 And he took hym asidis fro the puple, and puttide hise fyngris in to hise eris; and he spetide, and touchide his tonge.
Καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατʼ ἰδίαν, ἔβαλεν τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, καὶ πτύσας, ἥψατο τῆς γλώσσης αὐτοῦ,
34 And he bihelde in to heuene, and sorewide with ynne, and seide, Effeta, that is, Be thou openyd.
καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξεν, καὶ λέγει αὐτῷ, “Ἐφφαθά”, ὅ ἐστιν, “Διανοίχθητι”.
35 And anoon hise eris weren openyd, and the boond of his tunge was vnboundun, and he spak riytli.
Καὶ ἠνοίγησαν αὐτοῦ αἱ ἀκοαί, καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς.
36 And he comaundide to hem, that thei schulden seie to no man; but hou myche he comaundide to hem, so myche more thei prechiden,
Καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ λέγωσιν. Ὅσον δὲ αὐτοῖς διεστέλλετο, αὐτοὶ μᾶλλον περισσότερον ἐκήρυσσον.
37 and bi so myche more thei wondriden, and seiden, He dide wel alle thingis, and he made deef men to here, and doumbe men to speke.
Καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες, “Καλῶς πάντα πεποίηκεν, καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν, καὶ ἀλάλους λαλεῖν.”