< Mark 11 >
1 And whanne Jhesus cam nyy to Jerusalem and to Betanye, to the mount of Olyues, he sendith tweyne of hise disciplis, and seith to hem,
Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱεροσόλυμα εἰς Βηθφαγῆ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τῶν ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ,
2 Go ye in to the castel that is ayens you; and anoon as ye entren there ye schulen fynde a colt tied, on which no man hath sete yit; vntie ye, and brynge hym.
καὶ λέγει αὐτοῖς, Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν· καὶ εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον, ἐφ᾽ ὃν οὐδεὶς οὔπω ἀνθρώπων κεκάθικεν· λύσατε αὐτὸν καὶ φέρετε.
3 And if ony man seye ony thing to you, What doen ye? seie ye, that he is nedeful to the Lord, and anoon he schal leeue hym hidir.
καὶ ἐάν τις ὑμῖν εἴπῃ, Τί ποιεῖτε τοῦτο; εἴπατε, Ὁ κύριος αὐτοῦ χρείαν ἔχει, καὶ εὐθὺς αὐτὸν ἀποστέλλει πάλιν ὧδε.
4 And thei yeden forth, and founden a colt tied bifor the yate with out forth, in the metyng of twei weies; and thei vntieden hym.
καὶ ἀπῆλθον καὶ εὗρον πῶλον δεδεμένον πρὸς θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν.
5 And summe of hem that stoden there seiden to hem, What doen ye, vntiynge the colt?
καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς, Τί ποιεῖτε λύοντες τὸν πῶλον;
6 And thei seiden to hem, as Jhesus comaundide hem; and thei leften it to hem.
οἱ δὲ εἶπον αὐτοῖς καθὼς εἶπεν ὁ Ἰησοῦς, καὶ ἀφῆκαν αὐτούς.
7 And thei brouyten the colt to Jhesu, and thei leiden on hym her clothis, and Jhesus sat on hym.
καὶ φέρουσιν τὸν πῶλον πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιβάλλουσιν αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ᾽ αὐτόν.
8 And many strewiden her clothis in the weie, othere men kittiden braunchis fro trees, and strewiden in the weie.
καὶ πολλοὶ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν, ἄλλοι δὲ στιβάδας, κόψαντες ἐκ τῶν ἀγρῶν.
9 And thei that wenten bifor, and that sueden, crieden, and seiden, Osanna,
καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον, Ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου,
10 blissid is he that cometh in the name of the Lord; blessid be the kyngdom of oure fadir Dauid that is come; Osanna in hiyest thingis.
εὐλογημένη ἡ ἐρχομένη βασιλεία τοῦ πατρὸς ἡμῶν Δαυείδ, ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
11 And he entride in to Jerusalem, in to the temple; and whanne he `hadde seyn al thing aboute, whanne it was eue, he wente out in to Betanye, with the twelue.
καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα εἰς τὸ ἱερόν, καὶ περιβλεψάμενος πάντα, ὀψίας ἤδη οὔσης τῆς ὥρας ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.
12 And anothir daye, whanne he wente out of Betanye, he hungride.
Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασεν,
13 And whanne he hadde seyn a fige tree afer hauynge leeues, he cam, if happili he schulde fynde ony thing theron; and whanne he cam to it, he foonde no thing, out takun leeues; for it was not tyme of figis.
καὶ ἰδὼν συκῆν ἀπὸ μακρόθεν ἔχουσαν φύλλα, ἦλθεν εἰ ἄρα τι εὑρήσει ἐν αὐτῇ, καὶ ἐλθὼν ἐπ᾽ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα· ὁ γὰρ καιρὸς οὐκ ἦν σύκων.
14 And Jhesus answeride and seide to it, Now neuer ete ony man fruyt of thee more. And hise disciplis herden; (aiōn )
καὶ ἀποκριθεὶς εἶπεν αὐτῇ, Μηκέτι εἰς τὸν αἰῶνα ἐκ σοῦ μηδεὶς καρπὸν φάγοι. καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ. (aiōn )
15 and thei camen to Jerusalem. And whanne he was entrid in to the temple, he bigan to caste out silleris and biggeris in the temple; and he turnede vpsodoun the bordis of chaungeris, and the chayeris of men that selden culueris;
Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα· καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ τοὺς ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν,
16 and he suffride not, that ony man schulde bere a vessel thorou the temple.
καὶ οὐκ ἤφιεν ἵνα τις διε νέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ.
17 And he tauyte hem, and seide, Whether it is not writun, That myn hous schal be clepid the hous of preyng to alle folkis? but ye han maad it a denne of theues.
καὶ ἐδίδασκεν καὶ ἔλεγεν αὐτοῖς, Οὐ γέγραπται ὅτι Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν; ὑμεῖς δὲ πεποιήκατε αὐτὸν σπήλαιον λῃστῶν.
18 And whanne this thing was herd, the princis of prestis and scribis souyten hou thei schulden leese hym; for thei dredden hym, for al the puple wondride on his techyng.
καὶ ἤκουσαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, πᾶς γὰρ ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
19 And whanne euenyng was come, he wente out of the citee.
καὶ ὅταν ὀψὲ ἐγένετο, ἐξεπορεύοντο ἔξω τῆς πόλεως.
20 And as thei passiden forth eerli, thei sayn the fige tree maad drye fro the rootis.
Καὶ παραπορευόμενοι πρωῒ εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν.
21 And Petir bithouyte hym, and seide to hym, Maister, lo! the fige tree, whom thou cursidist, is dried vp.
καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ, Ῥαββί, ἴδε ἡ συκῆ ἣν κατηράσω ἐξήρανται.
22 And Jhesus answeride and seide to hem, Haue ye the feith of God;
καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς λέγει αὐτοῖς, Ἔχετε πίστιν θεοῦ.
23 treuli Y seie to you, that who euer seith to this hil, Be thou takun, and cast in to the see; and doute not in his herte, but bileueth, that what euer he seie, schal be don, it schal be don to hym.
ἀμὴν [γὰρ] λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ, Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἀλλὰ πιστεύσῃ ὅτι ὃ λαλεῖ γίνεται, ἔσται αὐτῷ.
24 Therfor Y seie to you, alle thingis what euer thingis ye preynge schulen axe, bileue ye that ye schulen take, and thei schulen come to you.
διὰ τοῦτο λέγω ὑμῖν, Πάντα ὅσα προσεύχεσθε καὶ αἰτεῖσθε, πιστεύετε ὅτι ἐλάβετε, καὶ ἔσται ὑμῖν.
25 And whanne ye schulen stonde to preye, foryyue ye, if ye han ony thing ayens ony man, that youre fadir that is in heuenes, foryyue to you youre synnes.
καὶ ὅταν στήκετε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν.
26 And if ye foryyuen not, nether youre fadir that is in heuenes, schal foryyue to you youre synnes.
27 And eftsoone thei camen to Jerusalem. And whanne he walkide in the temple, the hiyeste prestis, and scribis, and the elder men camen to hym,
Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα· καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ, ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι,
28 and seyn to hym, In what power doist thou these thingis? or who yaf to thee this power, that thou do these thingis?
καὶ ἔλεγον αὐτῷ, Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην ἵνα ταῦτα ποιῇς;
29 Jhesus answeride and seide to hem, And Y schal axe you o word, and answere ye to me, and Y schal seie to you in what power Y do these thingis.
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Ἐπερωτήσω ὑμᾶς ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
30 Whether was the baptym of Joon of heuene, or of men? answere ye to me.
τὸ βάπτισμα τὸ Ἰωάννου ἐξ οὐρανοῦ ἦν, ἢ ἐξ ἀνθρώπων; ἀποκρίθητέ μοι.
31 And thei thouyten with ynne hem silf, seiynge, If we seien of heuene, he schal seie to vs, Whi thanne bileuen ye not to him;
Καὶ διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες, Ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ, Διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ;
32 if we seien of men, we dreden the puple; for alle men hadden Joon, that he was verili a prophete.
ἀλλὰ εἴπωμεν, Ἐξ ἀνθρώπων, ἐφοβοῦντο τὸν λαόν· ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην ὄντως ὅτι προφήτης ἦν.
33 And thei answeryden, and seien to Jhesu, We witen neuer. And Jhesu answerde, and seide to hem, Nether Y seie to you, in what power Y do these thingis.
καὶ ἀποκριθέντες τῷ Ἰησοῦ λέγουσιν, Οὐκ οἴδαμεν. καὶ ὁ Ἰησοῦς λέγει αὐτοῖς, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.