< John 21 >

1 Afterward Jhesus eftsoone schewide hym to hise disciplis, at the see of Tiberias.
Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος, ἐφανέρωσεν δὲ οὕτως.
2 And he schewide him thus. There weren togidere Symount Petre, and Thomas, that is seid Didimus, and Nathanael, that was of the Cane of Galilee, and the sones of Zebedee, and tweyne othere of hise disciplis.
ἦσαν ὁμοῦ Σίμων Πέτρος καὶ Θωμᾶς, ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναήλ, ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο.
3 Symount Petre seith to hem, Y go to fische. Thei seyn to hym, And we comen with thee. And `thei wenten out, `and wenten in to a boot. And in that niyt thei token no thing.
λέγει αὐτοῖς Σίμων Πέτρος, Ὑπάγω ἁλιεύειν. λέγουσιν αὐτῷ, Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν.
4 But whanne the morewe was comun, Jhesus stood in the brenke; netheles the disciplis knewen not, that it was Jhesus.
πρωΐας δὲ ἤδη γινομένης ἔστη Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστίν.
5 Therfor Jhesus seith to hem, Children, whethir ye han ony souping thing? Thei answeriden to hym, Nay. He seide to hem,
λέγει οὖν αὐτοῖς [ὁ] Ἰησοῦς, Παιδία, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ, Οὔ.
6 Putte ye the nett in to the riyt half of the rowing, and ye schulen fynde. And thei puttiden the nett; and thanne thei miyten not drawe it for multitude of fischis.
ὁ δὲ εἶπεν αὐτοῖς, Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. ἔβαλον οὖν, καὶ οὐκ ἔτι αὐτὸ ἑλκύσαι ἴσχυον ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων.
7 Therfor thilke disciple, whom Jhesus louede, seide to Petre, It is the Lord. Symount Petre, whanne he hadde herd that it is the Lord, girte hym with a coote, for he was nakid, and wente in to the see.
λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ, Ὁ κύριός ἐστιν. Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι ὁ κύριός ἐστιν, τὸν ἐπενδύτην διεζώσατο (ἦν γὰρ γυμνός), καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν.
8 But the othere disciplis camen bi boot, for thei weren not fer fro the lond, but as a two hundrid cubitis, drawinge the nett of fischis.
οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον (οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλὰ ὡς ἀπὸ πηχῶν διακοσίων), σύροντες τὸ δίκτυον τῶν ἰχθύων.
9 And as thei camen doun in to the lond, thei sayn coolis liynge, and a fisch leid on, and breed.
ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον.
10 Jhesus seith to hem, Bringe ye of the fyschis, whiche ye han takun now.
λέγει αὐτοῖς [ὁ] Ἰησοῦς, Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν.
11 Symount Petre wente vp, and drowy the nett in to the lond, ful of grete fischis, an hundrid fifti and thre; and whanne thei weren so manye, the nett was not brokun.
ἀνέβη οὖν Σίμων Πέτρος καὶ εἵλκυσεν τὸ δίκτυον εἰς τὴν γῆν μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον.
12 Jhesus seith to hem, Come ye, ete ye. And no man of hem that saten at the mete, durste axe hym, Who art thou, witinge that it is the Lord.
Λέγει αὐτοῖς [ὁ] Ἰησοῦς, Δεῦτε ἀριστήσατε. οὐδεὶς [δὲ] ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν, Σὺ τίς εἶ; εἰδότες ὅτι ὁ κύριός ἐστιν.
13 And Jhesus cam, and took breed, an yaf to hem, and fisch also.
ἔρχεται Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως.
14 Now this thridde tyme Jhesus was schewid to hise disciplis, whanne he hadde risun ayen fro deth.
τοῦτο ἤδη τρίτον ἐφανερώθη Ἰησοῦς τοῖς μαθηταῖς ἐγερθεὶς ἐκ νεκρῶν.
15 And whanne thei hadde etun, Jhesus seith to Simount Petre, Symount of Joon, louest thou me more than these? He seith to him, Yhe, Lord, thou woost that Y loue thee. Jhesus seith to hym, Fede thou my lambren.
Ὅτε οὖν ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς, Σίμων Ἰωάνου, ἀγαπᾷς με πλέον τούτων; λέγει αὐτῷ, Ναὶ κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ, Βόσκε τὰ ἀρνία μου.
16 Eft he seith to hym, Symount of Joon, louest thou me? He seith to him, Yhe, Lord, thou woost that Y loue thee. He seith to him, Fede thou my lambren.
λέγει αὐτῷ πάλιν δεύτερον, Σίμων Ἰωάνου, ἀγαπᾷς με; λέγει αὐτῷ, Ναὶ κύριε· σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ, Ποίμαινε τὰ πρόβατά μου.
17 He seith to him the thridde tyme, Simount of Joon, louest thou me? Petre was heuy, for he seith to hym the thridde tyme, Louest thou me, and he seith to him, Lord, thou knowist alle thingis; thou woost that Y loue thee. Jhesus seith to hym, Fede my scheep.
Λέγει αὐτῷ τὸ τρίτον, Σίμων Ἰωάνου, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος, ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, Φιλεῖς με; καὶ εἶπεν αὐτῷ, Κύριε, πάντα σὺ οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ [Ἰησοῦς], Βόσκε τὰ προβάτιά μου.
18 Treuli, treuli, Y seie to thee, whanne thou were yongere, thou girdidist thee, and wandridist where thou woldist; but whanne thou schalt waxe eldere, thou schalt holde forth thin hondis, and another schal girde thee, and schal lede thee whidur thou wolt not.
ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηρά σῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος ζώσει σε καὶ οἴσει ὅπου οὐ θέλεις.
19 He seide this thing, signifynge bi what deth he schulde glorifie God. And whanne he hadde seid these thingis, he seith to hym, Sue thou me.
τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ, Ἀκολούθει μοι.
20 Petre turnede, and say thilke disciple suynge, whom Jhesus louede, which also restid in the soper on his brest, and he seide to hym, Lord, who is it, that schal bitraie thee?
ἐπιστραφεὶς ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν, Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε;
21 Therfor whanne Petre hadde seyn this, he seith to Jhesu, Lord, but what this?
τοῦτον οὖν ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, Κύριε, οὗτος δὲ τί;
22 Jhesus seith to him, So I wole that he dwelle til that Y come, what to thee? sue thou me.
λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρός σε; σύ μοι ἀκολούθει.
23 Therfor this word wente out among the britheren, that thilke disciple dieth not. And Jhesus seide not to hym, that he dieth not, but, So Y wole that he dwelle til Y come, what to thee?
Ἐξῆλθεν οὖν οὗτος ὁ λόγος εἰς τοὺς ἀδελφούς, ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει· οὐκ εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνήσκει, ἀλλ᾽ Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρός σε;
24 This is thilke disciple, that berith witnessyng of these thingis, and wroot hem; and we witen, that his witnessyng is trewe.
Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων, καὶ ὁ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς αὐτοῦ ἡ μαρτυρία ἐστίν.
25 And ther ben also manye othere thingis that Jhesus dide, whiche if thei ben writun bi ech bi hym silf, Y deme that the world hym silf schal not take tho bookis, that ben to be writun.
ἔστιν δὲ καὶ ἄλλα πολλὰ ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν, οὐδ᾽ αὐτὸν οἶμαι τὸν κόσμον χωρήσειν τὰ γραφόμενα βιβλία. ΚΑΤΑ ΙΩΑΝΗΝ.

< John 21 >