< John 19 >
1 Therfor Pilat took thanne Jhesu, and scourgide.
Τότε οὖν ἔλαβεν ὁ Πιλάτος τὸν Ἰησοῦν, καὶ ἐμαστίγωσε.
2 And kniytis writhen a coroun of thornes, and setten on his heed, and diden aboute hym a cloth of purpur,
Καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν,
3 and camen to him, and seiden, Heil, kyng of Jewis. And thei yauen to him buffatis.
καὶ ἔλεγον, Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ ἐδίδουν αὐτῷ ῥαπίσματα.
4 Eftsoone Pilat wente out, and seide to hem, Lo! Y brynge hym out to you, that ye knowe, that Y fynde no cause in him.
Ἐξῆλθεν οὖν πάλιν ἔξω ὁ Πιλάτος, καὶ λέγει αὐτοῖς, Ἴδε, ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι ἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω.
5 And so Jhesus wente out, berynge a coroun of thornes, and a cloth of purpur. And he seith to hem, Lo! the man.
Ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. Καὶ λέγει αὐτοῖς, Ἴδε, ὁ ἄνθρωπος.
6 But whanne the bischopis and mynystris hadden seyn hym, thei crieden, and seiden, Crucifie, crucifie hym. Pilat seith to hem, Take ye hym, and crucifie ye, for Y fynde no cause in hym.
Ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται, ἐκραύγασαν λέγοντες, Σταύρωσον, σταύρωσον. Λέγει αὐτοῖς ὁ Πιλάτος, Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν.
7 The Jewis answeriden to hym. We han a lawe, and bi the lawe he owith to die, for he made hym Goddis sone.
Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι, Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν, ὅτι ἑαυτὸν υἱὸν τοῦ Θεοῦ ἐποίησεν.
8 Therfor whanne Pilat hadde herd this word, he dredde the more.
Ὅτε οὖν ἤκουσεν ὁ Πιλάτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη,
9 And he wente in to the moot halle eftsoone, and seide to Jhesu, Of whennus art thou? But Jhesus yaf noon answere to him.
καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν, καὶ λέγει τῷ Ἰησοῦ, Πόθεν εἶ σύ; Ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ.
10 Pilat seith to him, Spekist thou not to me? Woost thou not, that Y haue power to crucifie thee, and Y haue power to delyuere thee?
Λέγει οὖν αὐτῷ ὁ Πιλάτος, Ἐμοὶ οὐ λαλεῖς; Οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε, καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε;
11 Jhesus answeride, Thou schuldist not `haue ony power ayens me, but it were youun to thee from aboue; therfor he that bitook me to thee, hath the more synne.
Ἀπεκρίθη ὁ Ἰησοῦς, Οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ᾿ ἐμοῦ, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν· διὰ τοῦτο ὁ παραδιδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει.
12 Fro that tyme Pilat souyte to delyuere hym; but the Jewis crieden, and seiden, If thou delyuerist this man, thou art not the emperouris freend; for ech man that makith hym silf king, ayen seith the emperoure.
Ἐκ τούτου ἐζήτει ὁ Πιλάτος ἀπολῦσαι αὐτόν. Οἱ δὲ Ἰουδαῖοι ἔκραζον λέγοντες, Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα αὐτὸν ποιῶν, ἀντιλέγει τῷ Καίσαρι.
13 And Pilat, whanne he hadde herd these wordis, ledde Jhesu forth, and sat for domesman in a place, that is seid Licostratos, but in Ebrew Golgatha.
Ὁ οὖν Πιλάτος ἀκούσας τοῦτον τὸν λόγον ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ τοῦ βήματος, εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθᾶ·
14 And it was pask eue, as it were the sixte our. And he seith to the Jewis, Lo! youre king.
ἦν δὲ Παρασκευὴ τοῦ Πάσχα, ὥρα δὲ ὡσεὶ ἕκτη· καὶ λέγει τοῖς Ἰουδαίοις, Ἴδε, ὁ βασιλεὺς ὑμῶν.
15 But thei crieden, and seiden, Take awei, take awei; crucifie him. Pilat seith to hem, Schal I crucifie youre king? The bischops answeriden, We han no king but the emperour.
Οἱ δὲ ἐκραύγασαν, Ἆρον, ἆρον, σταύρωσον αὐτόν. Λέγει αὐτοῖς ὁ Πιλάτος, Τὸν βασιλέα ὑμῶν σταυρώσω; Ἀπεκρίθησαν οἱ ἀρχιερεῖς, Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.
16 And thanne Pilat bitook him to hem, that he schulde be crucified. And thei token Jhesu, and ledden him out.
Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ. Παρέλαβον δὲ τὸν Ἰησοῦν καὶ ἀπήγαγον·
17 And he bar to hym silf a cros, and wente out in to that place, that is seid of Caluarie, in Ebreu Golgatha;
καὶ βαστάζων τὸν σταυρὸν αὐτοῦ ἐξῆλθεν εἰς τὸν λεγόμενον Κρανίου Τόπον, ὃς λέγεται Ἑβραϊστὶ Γολγοθᾶ·
18 where thei crucifieden him, and othere tweyne with him, oon on this side and oon on that side, and Jhesus in the myddil.
ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ᾿ αὐτοῦ ἄλλους δύο, ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν.
19 And Pilat wroot a title, and sette on the cros; and it was writun, Jhesu of Nazareth, king of Jewis.
Ἔγραψε δὲ καὶ τίτλον ὁ Πιλάτος, καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον, Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων.
20 Therfor manye of the Jewis redden this title, for the place where Jhesus was crucified, was niy the citee, and it was writun in Ebreu, Greek, and Latyn.
Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τῆς πόλεως ὁ τόπος ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, Ἑλληνιστί, Ῥωμαϊστί.
21 Therfor the bischops of the Jewis seiden to Pilat, Nyle thou write kyng of Jewis, but for he seide, Y am king of Jewis.
Ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων, Μὴ γράφε, Ὁ βασιλεὺς τῶν Ἰουδαίων· ἀλλ᾿ ὅτι Ἐκεῖνος εἶπε, Βασιλεύς εἰμι τῶν Ἰουδαίων.
22 Pilat answeride, That that Y haue writun, Y haue writun.
Ἀπεκρίθη ὁ Πιλάτος, Ὃ γέγραφα, γέγραφα.
23 Therfor the knyytis whanne thei hadden crucified hym, token hise clothis, and maden foure partis, to ech knyyt a part, and a coot. And the coot was without seem, and wouun al aboute.
Οἱ οὖν στρατιῶται, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ, καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. Ἦν δὲ ὁ χιτὼν ἄρραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι᾿ ὅλου.
24 Therfor thei seiden togidere, Kitte we not it, but caste we lot, whos it is; that the scripture be fulfillid, seiynge, Thei partiden my clothis to hem, and on my cloth thei casten lot. And the kniytis diden these thingis.
Εἶπον οὖν πρὸς ἀλλήλους, Μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ, τίνος ἔσται· ἵνα ἡ γραφὴ πληρωθῇ ἡ λέγουσα, Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν.
25 But bisidis the cros of Jhesu stoden his modir, and the sistir of his modir, Marie Cleofe, and Marie Maudeleyne.
Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ, καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ, καὶ Μαρία ἡ Μαγδαληνή.
26 Therfor whanne Jhesu hadde seyn his modir, and the disciple stondynge, whom he louyde, he seith to hise modir, Womman, lo thi sone.
Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα, καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρὶ αὐτοῦ, Γύναι, ἰδοὺ ὁ υἱός σου.
27 Aftyrward he seith to the disciple, Lo! thi modir. And fro that our the disciple took hir in to his modir.
Εἶτα λέγει τῷ μαθητῇ, Ἰδοὺ ἡ μήτηρ σου. Καὶ ἀπ᾿ ἐκείνης τῆς ὥρας ἔλαβεν αὐτὴν ὁ μαθητὴς εἰς τὰ ἴδια.
28 Aftirward Jhesus witynge, that now alle thingis ben endid, that the scripture were fulfillid, he seith, Y thirste.
Μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς ὅτι πάντα ἤδη τετέλεσται, ἵνα τελειωθῇ ἡ γραφή, λέγει, Διψῶ.
29 And a vessel was set ful of vynegre. And thei `leiden in isope aboute the spounge ful of vynegre, and putten to his mouth.
Σκεῦος οὖν ἔκειτο ὄξους μεστόν· οἱ δέ, πλήσαντες σπόγγον ὄξους, καὶ ὑσσώπῳ περιθέντες, προσήνεγκαν αὐτοῦ τῷ στόματι.
30 Therfor whanne Jhesus hadde `takun the vynegre, he seid, It is endid. And `whanne his heed was bowid doun, `he yaf vp the goost.
Ὅτε οὖν ἔλαβε τὸ ὄξος ὁ Ἰησοῦς, εἶπε, Τετέλεσται· καὶ κλίνας τὴν κεφαλήν, παρέδωκε τὸ πνεῦμα.
31 Therfor for it was the pask eue, that the bodies schulden not abide on the cros in the sabat, for that was a greet sabat dai, the Jewis preiden Pilat, that the hipis of hem schulden be brokun, and thei takun awei.
Οἱ οὖν Ἰουδαῖοι, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ, ἐπεὶ Παρασκευὴ ἦν — ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου — ἠρώτησαν τὸν Πιλάτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν.
32 Therfor knyytis camen, and thei braken the thies of the firste, and of the tothere, that was crucified with hym.
Ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ·
33 But whanne thei weren comun to Jhesu, as thei sayn him deed thanne, thei braken not hise thies;
ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον αὐτὸν ἤδη τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη·
34 but oon of the knyytis openyde his side with a spere, and anoon blood and watir wenten out.
ἀλλ᾿ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξε, καὶ εὐθὺς ἐξῆλθεν αἷμα καὶ ὕδωρ.
35 And he that saiy, bare witnessyng, and his witnessing is trewe; and he woot that he seith trewe thingis, that ye bileue.
Καὶ ὁ ἑωρακὼς μεμαρτύρηκε, καὶ ἀληθινὴ αὐτοῦ ἐστιν ἡ μαρτυρία, κἀκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα ὑμεῖς πιστεύσητε.
36 And these thingis weren don, that the scripture schulde be fulfillid, Ye schulen not breke a boon of hym.
Ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ, Ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ.
37 And eftsoone another scripture seith, Thei schulen se in whom thei piyten thorow.
Καὶ πάλιν ἑτέρα γραφὴ λέγει, Ὄψονται εἰς ὃν ἐξεκέντησαν.
38 But after these thingis Joseph of Armathi preyede Pilat, that he schulde take awei the bodi of Jhesu, for that he was a disciple of Jhesu, but priui for drede of the Jewis. And Pilat suffride. And so he cam, and took awei the bodi of Jhesu.
Μετὰ δὲ ταῦτα ἠρώτησε τὸν Πιλάτον ὁ Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ, κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ Πιλάτος. Ἦλθεν οὖν καὶ ἦρε τὸ σῶμα τοῦ Ἰησοῦ.
39 And Nychodeme cam also, that hadde come to hym first bi nyyt, and brouyte a meddlynge of myrre and aloes, as it were an hundrid pound.
Ἦλθε δὲ καὶ Νικόδημος, ὁ ἐλθὼν πρὸς τὸν Ἰησοῦν νυκτὸς τὸ πρῶτον, φέρων μίγμα σμύρνης καὶ ἀλόης ὡσεὶ λίτρας ἑκατόν.
40 And thei token the bodi of Jhesu, and boundun it in lynun clothis with swete smellynge oynementis, as it is custom to Jewis for to birie.
Ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ἔδησαν αὐτὸ ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶ τοῖς Ἰουδαίοις ἐνταφιάζειν.
41 And in the place where he was crucified, was a yerd, and in the yerd a newe graue, in which yit no man was leid.
Ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν ᾧ οὐδέπω οὐδεὶς ἐτέθη.
42 Therfor there thei putten Jhesu, for the vigilie of Jewis feeste, for the sepulcre was niy.
Ἐκεῖ οὖν διὰ τὴν Παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν.