< Hebrews 4 >

1 Therfor drede we, lest perauenture while the biheest of entryng in to his reste is left, that ony of vs be gessid to be awei.
Φοβηθῶμεν οὖν μήποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι.
2 For it is told also to vs, as to hem. And the word that was herd profitide not to hem, not meynd to feith of tho thingis that thei herden.
Καὶ γάρ ἐσμεν εὐηγγελισμένοι, καθάπερ κἀκεῖνοι· ἀλλ᾽ οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους, μὴ συγκεκραμένους τῇ πίστει τοῖς ἀκούσασιν.
3 For we that han bileued, schulen entre in to reste, as he seide, As Y swoor in my wraththe, thei schulen not entre in to my reste. And whanne the werkis weren maad perfit at the ordynaunce of the world,
Εἰσερχόμεθα γὰρ εἰς τὴν κατάπαυσιν οἱ πιστεύσαντες, καθὼς εἴρηκεν, Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου· καίτοι τῶν ἔργων ἀπὸ καταβολῆς κόσμου γενηθέντων.
4 he seide thus in a place of the seuenthe dai, And God restide in the seuenthe dai from alle hise werkis.
Εἴρηκε γάρ που περὶ τῆς ἑβδόμης οὕτω, Καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ·
5 And in this place eftsoone, Thei schulen not entre in to my reste.
καὶ ἐν τούτῳ πάλιν, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.
6 Therfor for it sueth, that summen schulen entre in to it, and thei to whiche it was teld to bifor, entriden not for her vnbileue.
Ἐπεὶ οὖν ἀπολείπεται τινὰς εἰσελθεῖν εἰς αὐτήν, καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐκ εἰσῆλθον δι᾽ ἀπείθειαν,
7 Eftsoone he termyneth sum dai, and seith in Dauith, To dai, aftir so myche tyme of tyme, as it is biforseid, To dai if ye han herd his vois, nyle ye hardne youre hertis.
πάλιν τινὰ ὁρίζει ἡμέραν, Σήμερον, ἐν Δαυὶδ λέγων, μετὰ τοσοῦτον χρόνον, καθὼς εἴρηται, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν.
8 For if Jhesus hadde youun reste to hem, he schulde neuere speke of othere aftir this dai.
Εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν, οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας.
9 Therfor the sabat is left to the puple of God.
Ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ.
10 For he that is entrid in to his reste, restide of hise werkis, as also God of hise.
Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός.
11 Therfor haste we to entre in to that reste, that no man falle in to the same ensaumple of vnbileue. For the word of God is quyk,
Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν, ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας.
12 and spedi in worching, and more able to perse than any tweyne eggid swerd, and stretchith forth to the departynge of the soule and of the spirit, and of the ioynturis and merewis, and demere of thouytis, and of intentis and hertis.
Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργής, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς τε καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας.
13 And no creature is vnuisible in the siyt of God. For alle thingis ben nakid and opyn to hise iyen, to whom a word to vs.
Καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ· πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ πρὸς ὃν ἡμῖν ὁ λόγος.
14 Therfor we that han a greet bischop, that perside heuenes, Jhesu, the sone of God, holde we the knoulechyng of oure hope.
Ἔχοντες οὖν ἀρχιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ Θεοῦ, κρατῶμεν τῆς ὁμολογίας.
15 For we han not a bischop, that may not haue compassioun on oure infirmytees, but was temptid bi alle thingis bi lycnesse, with oute synne.
Οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειραμένον δὲ κατὰ πάντα καθ᾽ ὁμοιότητα, χωρὶς ἁμαρτίας.
16 Therfor go we with trist to the trone of his grace, that we gete merci, and fynde grace in couenable help.
Προσερχώμεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἔλεον, καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν.

< Hebrews 4 >