< Galatians 4 >
1 But Y seie, as long tyme as the eir is a litil child, he dyuersith no thing fro a seruaunt, whanne he is lord of alle thingis;
Λέγω δέ, ἐφ’ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου κύριος πάντων ὤν,
2 but he is vndur keperis and tutoris, in to the tyme determyned of the fadir.
ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶν καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός.
3 So we, whanne we weren litle children, we serueden vndur the elementis of the world.
οὕτως καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἤμεθα δεδουλωμένοι·
4 But aftir that the fulfilling of tyme cam, God sente his sone,
ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον,
5 maad of a womman, maad vndur the lawe, that he schulde ayenbie hem that weren vndur the lawe, that we schulden vnderfonge the adopcioun of sones.
ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.
6 And for ye ben Goddis sones, God sente his spirit in to youre hertis, criynge, Abba, fadir.
Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν, κρᾶζον Ἀββᾶ ὁ Πατήρ.
7 And so ther is not now a seruaunt, but a sone; and if he is a sone, he is an eir bi God.
ὥστε οὐκέτι εἶ δοῦλος ἀλλὰ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος διὰ Θεοῦ.
8 But thanne ye vnknowynge God, serueden to hem that in kynde weren not goddis.
Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεὸν ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσιν θεοῖς·
9 But now whanne ye han knowe God, and ben knowun of God, hou ben ye turned eftsoone to the febil and nedi elementis, to the whiche ye wolen eft serue?
νῦν δὲ γνόντες Θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεῦσαι θέλετε;
10 Ye taken kepe to daies, and monethis, and tymes, and yeris.
ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς.
11 But Y drede you, lest without cause Y haue trauelid among you.
φοβοῦμαι ὑμᾶς μή πως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς.
12 Be ye as Y, for Y am as ye. Britheren, Y biseche you, ye han hurt me no thing.
Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς, ἀδελφοί, δέομαι ὑμῶν. οὐδέν με ἠδικήσατε·
13 But ye knowen, that bi infirmyte of fleisch Y haue prechid to you now bifore;
οἴδατε δὲ ὅτι δι’ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον,
14 and ye dispiseden not, nether forsoken youre temptacioun in my fleisch, but ye resseyueden me as an aungel of God, as `Crist Jhesu.
καὶ τὸν πειρασμὸν ὑμῶν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε, ἀλλὰ ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν.
15 Where thanne is youre blessyng? For Y bere you witnesse, that if it myyte haue be don. ye wolden haue put out youre iyen, and haue yyuen hem to me.
ποῦ οὖν ὁ μακαρισμὸς ὑμῶν; μαρτυρῶ γὰρ ὑμῖν ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἐδώκατέ μοι.
16 Am Y thanne maad an enemye to you, seiynge to you the sothe?
ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν;
17 Thei louen not you wel, but thei wolen exclude you, that ye suen hem.
ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε.
18 But sue ye the good euermore in good, and not oneli whanne Y am present with you.
καλὸν δὲ ζηλοῦσθαι ἐν καλῷ πάντοτε, καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς,
19 My smale children, whiche Y bere eftsoones, til that Crist be fourmed in you,
τέκνα μου, οὓς πάλιν ὠδίνω μέχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν·
20 and Y wolde now be at you, and chaunge my vois, for Y am confoundid among you.
ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι καὶ ἀλλάξαι τὴν φωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν.
21 Seie to me, ye that wolen be vndir the lawe, `han ye not red the lawe?
Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε;
22 For it is writun, that Abraham hadde two sones, oon of a seruaunt, and oon of a fre womman.
γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας.
23 But he that was of the seruaunt, was borun after the flesh; but he that was of the fre womman, by a biheeste.
ἀλλ’ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας.
24 The whiche thingis ben seid bi an othir vndirstonding. For these ben two testamentis; oon in the hille of Synai, gendringe in to seruage, which is Agar.
ἅτινά ἐστιν ἀλληγορούμενα· αὗται γάρ εἰσιν δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ,
25 For Syna is an hille that is in Arabie, which hille is ioyned to it that is now Jerusalem, and seruith with hir children.
τὸ δὲ Ἄγαρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ· συνστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ, δουλεύει γὰρ μετὰ τῶν τέκνων αὐτῆς.
26 But that Jerusalem that is aboue, is fre, whiche is oure modir.
ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν μήτηρ ἡμῶν·
27 For it is writun, Be glad, thou bareyn, that berist not; breke out and crye, that bringist forth no children; for many sones ben of hir that is left of hir hosebonde, more than of hir that hath an hosebonde.
γέγραπται γάρ Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.
28 For, britheren, we ben sones of biheeste aftir Isaac;
ὑμεῖς δέ, ἀδελφοί, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐστέ.
29 but now as this that was borun after the fleisch pursuede him that was aftir the spirit, so now.
ἀλλ’ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκεν τὸν κατὰ Πνεῦμα, οὕτως καὶ νῦν.
30 But what seith the scripture? Caste out the seruaunt and hir sone, for the sone of the seruaunt schal not be eir with the sone of the fre wijf.
ἀλλὰ τί λέγει ἡ γραφή; Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας.
31 And so, britheren, we ben not sones of the seruaunt, but of the fre wijf, bi which fredom Crist hath maad vs fre.
διό, ἀδελφοί, οὐκ ἐσμὲν παιδίσκης τέκνα ἀλλὰ τῆς ἐλευθέρας.