< Galatians 1 >
1 Poul the apostle, not of men, ne bi man, but bi Jhesu Crist, and God the fadir,
Παῦλος, ἀπόστολος (οὐκ ἀπʼ ἀνθρώπων, οὐδὲ διʼ ἀνθρώπου, ἀλλὰ διὰ ˚Ἰησοῦ ˚Χριστοῦ, καὶ ˚Θεοῦ Πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν),
2 that reiside hym fro deth, and alle the britheren that ben with me, to the chirchis of Galathie,
καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί, ταῖς ἐκκλησίαις τῆς Γαλατίας:
3 grace to you and pees of God the fadir, and of the Lord Jhesu Crist,
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ ˚Θεοῦ Πατρὸς καὶ ˚Κυρίου ἡμῶν ˚Ἰησοῦ ˚Χριστοῦ,
4 that yaf hym silf for oure synnes, to delyuere vs fro the present wickid world, bi the wille of God and of oure fadir, (aiōn )
τοῦ δόντος ἑαυτὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ, κατὰ τὸ θέλημα τοῦ ˚Θεοῦ καὶ Πατρὸς ἡμῶν, (aiōn )
5 to whom is worschip and glorie in to worldis of worldis. Amen. (aiōn )
ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν! (aiōn )
6 I wondur, that so soone ye be thus moued fro hym that clepid you in to the grace of Crist, in to another euangelie; which is not anothir,
Θαυμάζω ὅτι οὕτως ταχέως, μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι ˚Χριστοῦ, εἰς ἕτερον εὐαγγέλιον,
7 but that ther ben summe that troublen you, and wolen mysturne the euangelie of Crist.
ὃ οὐκ ἔστιν ἄλλο, εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς, καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ ˚Χριστοῦ.
8 But thouy we, or an aungel of heuene, prechide to you, bisidis that that we han prechid to you, be he acursid.
Ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ ὑμῖν εὐαγγελίζηται παρʼ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω!
9 As Y haue seid bifore, and now eftsoones Y seie, if ony preche to you bisidis that that ye han vndurfongun, be he cursid.
Ὡς προειρήκαμεν, καὶ ἄρτι πάλιν λέγω, εἴ τις ὑμᾶς εὐαγγελίζεται παρʼ ὃ παρελάβετε, ἀνάθεμα ἔστω!
10 For now whether counsele Y men, or God? or whether Y seche to plese men? If Y pleside yit men, Y were not Cristis seruaunt.
Ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τὸν ˚Θεόν; Ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; Εἰ ἔτι ἀνθρώποις ἤρεσκον, ˚Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.
11 For, britheren, Y make knowun to you the euangelie, that was prechid of me, for it is not bi man;
Γνωρίζω γὰρ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπʼ ἐμοῦ, ὅτι οὐκ ἔστιν κατὰ ἄνθρωπον.
12 ne Y took it of man, ne lernyde, but bi reuelacioun of Jhesu Crist.
Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ διʼ ἀποκαλύψεως ˚Ἰησοῦ ˚Χριστοῦ.
13 For ye han herd my conuersacioun sumtyme in the Jurie, and that Y pursuede passyngli the chirche of God, and fauyt ayen it.
Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθʼ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ ˚Θεοῦ, καὶ ἐπόρθουν αὐτήν.
14 And Y profitide in the Jurie aboue many of myn eueneldis in my kynrede, and was more aboundauntli a folewere of my fadris tradiciouns.
Καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων.
15 But whanne it pleside hym, that departide me fro my modir wombe,
Ὅτε δὲ εὐδόκησεν ὁ, ἀφορίσας με ἐκ κοιλίας μητρός μου, καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ,
16 and clepide bi his grace, to schewe his sone in me, that Y schulde preche hym among the hethene, anoon Y drowy me not to fleisch and blood; ne Y cam to Jerusalem to the apostlis,
ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοὶ, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι,
17 that weren tofor me, but Y wente in to Arabie, and eftsoones Y turnede ayen in to Damask.
οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν.
18 And sith thre yeer aftir Y cam to Jerusalem, to se Petre, and Y dwellide with hym fiftene daies;
Ἔπειτα μετὰ ἔτη τρία, ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Κηφᾶν, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε.
19 but Y sawy noon othere of the apostlis, but James, oure Lordis brother.
Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον, τὸν ἀδελφὸν τοῦ ˚Κυρίου.
20 And these thingis which Y write to you, lo! tofor God Y lie not.
Ἃ δὲ γράφω ὑμῖν, ἰδοὺ, ἐνώπιον τοῦ ˚Θεοῦ, ὅτι οὐ ψεύδομαι.
21 Afterward Y cam in to the coostis of Syrie and Cilicie.
Ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας.
22 But Y was vnknowun bi face to the chirchis of Judee, that weren in Crist; and thei hadden oonli an heryng,
Ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς Ἰουδαίας, ταῖς ἐν ˚Χριστῷ,
23 that he that pursuede vs sum tyme, prechide now the feith, ayens which he fauyte sum tyme;
μόνον δὲ ἀκούοντες ἦσαν, ὅτι “Ὁ διώκων ἡμᾶς ποτε, νῦν εὐαγγελίζεται τὴν πίστιν, ἥν ποτε ἐπόρθει.”
24 and in me thei glorifieden God.
Καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν ˚Θεόν.