< Colossians 4 >
1 Lordis, yyue ye to seruauntis that that is iust and euene, witinge that also ye han a Lord in heuene.
οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε κύριον ἐν οὐρανῷ.
2 Be ye bisi in preier, and wake in it, in doynge of thankyngis;
Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ·
3 and preie ech for othere, and for vs, that God opene to vs the dore of word, to speke the misterie of Crist;
προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ χριστοῦ, δι᾽ ὃ καὶ δέδεμαι,
4 for which also Y am boundun, that Y schewe it, so as it bihoueth me to speke.
ἵνα φανερώσω αὐτὸ ὡς δεῖ με λαλῆσαι.
5 Walke ye in wisdom to hem that ben with outen forth, ayenbiynge tyme.
ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι.
6 Youre word be sauered in salt eueremore in grace; that ye wite, hou it bihoueth you to answere to ech man.
ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.
7 Titicus, most dere brother, and feithful mynyster, and my felowe in the Lord, schal make alle thingis knowun to you, that ben aboute me.
τὰ κατ᾽ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν κυρίῳ,
8 Whom Y sente to you to this same thing, that he knowe what thingis ben aboute you, and coumforte youre hertis, with Onesyme,
ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν,
9 most dere and feithful brother, which is of you; whiche schulen make alle thingis that ben doon here, knowun to you.
σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωριοῦσιν τὰ ὧδε.
10 Aristark, prisoner with me, gretith you wel, and Mark, the cosyn of Barnabas, of whom ye han take maundementis; if he come to you, resseyue ye hym;
ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ Μάρκος ὁ ἀνεψιὸς Βαρνάβα, (περὶ οὗ ἐλάβετε ἐντολάς· ἐὰν ἔλθῃ πρὸς ὑμᾶς, δέξασθε αὐτόν·)
11 and Jhesus, that is seid Just; whiche ben of circumcisioun; thei aloone ben myn helperis in the kingdom of God, that weren to me in solace.
καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς, οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία.
12 Epafras, that is of you, the seruaunt of Jhesu Crist, gretith you wel; euere bisi for you in preyeris, that ye stonde perfit and ful in al the wille of God.
ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν, δοῦλος χριστοῦ Ἰησοῦ, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα σταθῆτε τέλειοι καὶ πεπληροφορημένοι ἐν παντὶ θελήματι τοῦ θεοῦ.
13 And Y bere witnessyng to hym, that he hath myche trauel for you, and for hem that ben at Loadice, and that ben at Ierapolim.
μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει πολὺν πόνον ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ τῶν ἐν Ἱεραπόλει.
14 Luk, the leche most dere, and Demas, greten you wel.
ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ Δημᾶς.
15 Grete ye wel the britheren that ben at Loadice, and the womman Nynfam, and the chirche that is in hir hous.
ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς καὶ Νυμφᾶν καὶ τὴν κατ᾽ οἶκον αὐτῶν ἐκκλησίαν·
16 And whanne this pistle is red among you, do ye, that it be red in the chirche of Loadicensis; and rede ye that pistle that is of Loadicensis.
καὶ ὅταν ἀναγνωσθῇ παρ᾽ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε·
17 And seie ye to Archippus, Se the mynysterie, that thou hast takun in the Lord, that thou fille it.
καὶ εἴπατε Ἀρχίππῳ, Βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν κυρίῳ, ἵνα αὐτὴν πληροῖς.
18 My salutacioun, bi the hoond of Poul. Be ye myndeful of my boondis. The grace of the Lord Jhesu Crist be with you. Amen.
Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. μνημονεύετέ μου τῶν δεσμῶν. ἡ χάρις μεθ᾽ ὑμῶν. ΠΡΟΣ ΚΟΛΑΣΣΑΕΙΣ.