< Acts 24 >
1 And aftir fyue daies, Ananye, prince of preestis, cam doun with summe eldere men, and Terculle, a feir speker, which wenten to the precident ayens Poul.
Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἀνανίας μετὰ πρεσβυτέρων τινῶν καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου.
2 And whanne Poul was somened, Terculle bigan to accuse hym, and seide, Whanne in myche pees we doon bi thee, and many thingis ben amendid bi thi wisdom, euere more and euery where,
κληθέντος δὲ αὐτοῦ ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων, Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ καὶ διορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας,
3 thou best Felix, we han resseyued with al doyng of thankingis.
πάντῃ τε καὶ πανταχοῦ, ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας.
4 But lest Y tarie thee lengere, Y preie thee, schortly here vs for thi mekenesse.
ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ ἐπιεικείᾳ.
5 We han foundun this wickid man stirynge dissencioun to alle Jewis in al the world, and auctour of dissencioun of the secte of Nazarenus; and he also enforside to defoule the temple;
εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν καὶ κινοῦντα στάσεις πᾶσιν τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην, πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως·
6 whom also we token, and wolden deme, after oure lawe.
ὃς καὶ τὸ ἱερὸν ἐπείρασεν βεβηλῶσαι, ὃν καὶ ἐκρατήσαμεν.
7 But Lisias, the trybune, cam with greet strengthe aboue, and delyuerede hym fro oure hoondis;
8 and comaundide hise accuseris to come to thee, of whom thou demynge, maist knowe of alle these thingis, of whiche we accusen hym.
παρ᾽ οὗ δυνήσῃ αὐτὸς ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ.
9 And Jewis putten to, and seiden, that these thingis hadden hem so.
συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι φάσκοντες ταῦτα οὕτως ἔχειν.
10 And Poul answeride, whanne the president grauntide hym to seie, Of mony yeeris Y knowe thee, that thou art domesman `to this folk, and Y schal do ynowy for me with good resoun.
Ἀπεκρίθη τε ὁ Παῦλος, νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν, Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος εὐθύμως τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι·
11 For thou maist knowe, for to me ben not more than twelue daies, sithen Y cam vp to worschipe in Jerusalem;
δυναμένου σου ἐπιγνῶναι ὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι δώδεκα ἀφ᾽ ἧς ἀνέβην προσκυνήσων εἰς Ἱερουσαλήμ·
12 and nether in the temple thei founden me disputinge with ony man, nether makynge concours of puple, nether in synagogis, nether in citee;
καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ἐπίστασιν ποιοῦντα ὄχλου, οὔτε ἐν ταῖς συναγωγαῖς οὔτε κατὰ τὴν πόλιν·
13 nether thei moun preue to thee, of the whiche thingis thei now accusen me.
οὔτε παραστῆσαι δύνανταί σοι περὶ ὧν νυνὶ κατηγοροῦσίν μου.
14 But Y knowleche to thee this thing, that aftir the secte which thei seien eresie, so Y serue to God the fadir, `and Y bileue to alle thingis that ben writun in the lawe and profetis; and Y haue hope in God,
ὁμολογῶ δὲ τοῦτό σοι, ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν οὕτως λατρεύω τῷ πατρῴῳ θεῷ, πιστεύων πᾶσιν τοῖς κατὰ τὸν νόμον καὶ τοῖς ἐν τοῖς προφήταις γεγραμμένοις,
15 whiche also thei hem silf abiden, the ayenrisyng `to comynge of iust men and wickid.
ἐλπίδα ἔχων εἰς τὸν θεὸν ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι δικαίων τε καὶ ἀδίκων·
16 In this thing Y studie with outen hirtyng, to haue concience to God, and to men euermore.
ἐν τούτῳ καὶ αὐτὸς ἀσκῶ ἀπρόσκοπον συνείδησιν ἔχειν πρὸς τὸν θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός.
17 But after many yeeris, Y cam to do almes dedis to my folc, and offryngis, and auowis;
δι᾽ ἐτῶν δὲ πλειόνων ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου παρεγενόμην καὶ προσφοράς,
18 in whiche thei founden me purified in the temple, not with company, nether with noise. And thei cauyten me, and thei crieden, and seiden, Take awei oure enemye.
ἐν αἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου,
19 And summe Jewis of Asie, whiche it behofte to be now present at thee, and accuse, if thei hadden ony thing ayens me,
[τινὲς δὲ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, ] οὓς ἔδει ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν, εἴ τι ἔχοιεν πρὸς ἐμέ.
20 ether these hem silf seie, if thei founden in me ony thing of wickidnesse, sithen Y stonde `in the counsel,
ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν τί εὗρον [ἐν ἐμοὶ] ἀδίκημα στάντος μου ἐπὶ τοῦ συνεδρίου,
21 but oneli of this vois, by which Y criede stondynge among hem, For of the ayenrisyng of deed men Y am demyd this dai of you.
ἢ περὶ μιᾶς ταύτης φωνῆς ἧς ἐκέκραξα ἐν αὐτοῖς ἑστώς, ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ἐφ᾽ ὑμῶν.
22 Sothely Felix delayede hem, and knewe moost certeynli of the weie, and seide, Whanne Lisias, the tribune, schal come doun, Y schal here you.
ἀνεβάλετο δὲ αὐτοὺς ὁ Φήλιξ, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, εἴπας, Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ᾽ ὑμᾶς.
23 And he comaundide to a centurien to kepe hym, and that he hadde reste, nethir to forbede ony man to mynystre of his owne thingis to him.
διαταξάμενος τῷ ἑκατοντάρχῃ τηρεῖσθαι αὐτόν, ἔχειν τε ἄνεσιν, καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν αὐτῷ.
24 And after summe dayes Felix cam, with Drussille his wijf, that was a Jewesse, and clepide Poul, and herde of him the feith that is in Crist Jhesu.
Μετὰ δὲ ἡμέρας τινὰς παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ ἰδίᾳ γυναικί, οὔσῃ Ἰουδαίᾳ, μετεπέμψατο τὸν Παῦλον καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς χριστὸν πίστεως.
25 And while he disputide of riytwisnesse, and chastite, and of dom to comynge, Felix was maad tremblinge, and answerde, That perteneth now, go; but in tyme couenable Y schal clepe thee.
διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος, ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη, Τὸ νῦν ἔχον πορεύου· καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε·
26 Also he hopide, that money schulde be youun to hym of Poul; for which thing eft he clepide hym, and spak with hym.
ἅμα καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου, διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῷ.
27 And whanne twei yeeris weren fillid, Felix took a successoure, Porcius Festus; and Felix wolde yyue grace to Jewis, and lefte Poul boundun.
Διετίας δὲ πληρωθείσης ἔλαβεν διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον, θέλων τε χάριτα καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπεν τὸν Παῦλον δεδεμένον