< Acts 23 >

1 And Poul bihelde in to the counsel, and seide, Britheren, Y with al good conscience haue lyued bifore God, `til in to this dai.
ἀτενίσας δὲ ⸂ὁ Παῦλος τῷ συνεδρίῳ εἶπεν· Ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ θεῷ ἄχρι ταύτης τῆς ἡμέρας.
2 And Anany, prince of prestis, comaundide to men that stoden nyy hym, that thei schulden smyte his mouth.
ὁ δὲ ἀρχιερεὺς Ἁνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα.
3 Thanne Poul seide to hym, Thou whitid wal, God smyte thee; thou sittist, and demest me bi the lawe, and ayens the law thou comaundist me to be smytun.
τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπεν· Τύπτειν σε μέλλει ὁ θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι;
4 And thei that stoden niy, seiden, Cursist thou the hiyest prest of God?
οἱ δὲ παρεστῶτες εἶπαν· Τὸν ἀρχιερέα τοῦ θεοῦ λοιδορεῖς;
5 And Poul seide, Britheren, Y wiste not, that he is prince of preestis; for it is writun, Thou schalt not curse the prince of thi puple.
ἔφη τε ὁ Παῦλος· Οὐκ ᾔδειν, ἀδελφοί, ὅτιἐστὶν ἀρχιερεύς· γέγραπται γὰρ ⸀ὅτι Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.
6 But Poul wiste, that o parti was of Saduceis, and the othere of Fariseis; and he criede in the counsel, Britheren, Y am a Farisee, the sone of Farisees; Y am demyd of the hope and of the ayen rising of deed men.
Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν Σαδδουκαίων τὸ δὲ ἕτερον Φαρισαίων ⸀ἔκραζενἐν τῷ συνεδρίῳ· Ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς ⸀Φαρισαίων περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ⸀ἐγὼκρίνομαι.
7 And whanne he hadde seid this thing, dissencioun was maad bitwixe the Fariseis and the Saduceis, and the multitude was departid.
τοῦτο δὲ αὐτοῦ ⸀λαλοῦντοςἐγένετο στάσις τῶν Φαρισαίων ⸂καὶ Σαδδουκαίων, καὶ ἐσχίσθη τὸ πλῆθος.
8 For Saduceis seien, that no `rysing ayen of deed men is, nether aungel, nether spirit; but Fariseis knowlechen euer eithir.
Σαδδουκαῖοι ⸀μὲνγὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν ⸀μήτεἄγγελον μήτε πνεῦμα, Φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα.
9 And a greet cry was maad. And summe of Farisees rosen vp, and fouyten, seiynge, We fynden no thing of yuel in this man; what if a spirit, ether an aungel spak to hym?
ἐγένετο δὲ κραυγὴ μεγάλη, καὶ ἀναστάντες ⸂τινὲς τῶν γραμματέων τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες· Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ⸀ἄγγελος
10 And whanne greet discencioun was maad, the tribune dredde, lest Poul schulde be to-drawun of hem; and he comaundide knyytis to go doun, and to take hym fro the myddil of hem, and to lede hym in to castels.
πολλῆς δὲ ⸀γινομένηςστάσεως ⸀φοβηθεὶςὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπʼ αὐτῶν ἐκέλευσεν τὸ στράτευμα ⸀καταβὰνἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν ⸀τεεἰς τὴν παρεμβολήν.
11 And in the niyt suynge the Lord stood niy to hym, and seide, Be thou stidfast; for as thou hast witnessid of me in Jerusalem, so it bihoueth thee to witnesse also at Rome.
Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ κύριος εἶπεν· ⸀Θάρσει ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἰερουσαλὴμ οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.
12 And whanne the dai was come, summe of the Jewis gaderiden hem, and maden `avow, and seiden, that thei schulden nether eete, ne drinke, til thei slowen Poul.
Γενομένης δὲ ἡμέρας ποιήσαντες ⸂συστροφὴν οἱ Ἰουδαῖοι ἀνεθεμάτισαν ἑαυτοὺς λέγοντες μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀποκτείνωσιν τὸν Παῦλον.
13 And there weren mo than fourti men, that maden this sweryng togider.
ἦσαν δὲ πλείους τεσσεράκοντα οἱ ταύτην τὴν συνωμοσίαν ⸀ποιησάμενοι
14 And thei wenten to the princis of prestis, and eldre men, and seiden, With deuocioun we han a vowid, that we schulen not taste ony thing, til we sleen Poul.
οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρεσβυτέροις εἶπαν· Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον.
15 Now therfor make ye knowun to the tribune, with the counsel, that he bringe hym forth to you, as if ye schulden knowe sum thing more certeynli of hym; and we ben redi to sle hym, bifor that he come.
νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ ⸀ὅπως⸂καταγάγῃ αὐτὸν εἰς ὑμᾶς ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δὲ πρὸ τοῦ ἐγγίσαι αὐτὸν ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν.
16 And whanne the sone of Poulis sister hadde herd the aspies, he cam, and entride in to the castels, and telde to Poul.
Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου ⸂τὴν ἐνέδραν παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν ἀπήγγειλεν τῷ Παύλῳ.
17 And Poul clepide to hym oon of the centuriens, and seide, Lede this yonge man to the tribune, for he hath sum thing to schewe to hym.
προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατονταρχῶν ἔφη· Τὸν νεανίαν τοῦτον ⸀ἄπαγεπρὸς τὸν χιλίαρχον, ἔχει γὰρ ⸂ἀπαγγεῖλαί τι αὐτῷ.
18 And he took hym, and ledde to the tribune, and seide, Poul, that is boundun, preide me to lede to thee this yonge man, that hath sum thing to speke to thee.
ὁ μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγεν πρὸς τὸν χιλίαρχον καὶ φησίν· Ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησεν τοῦτον τὸν ⸀νεανίανἀγαγεῖν πρὸς σέ, ἔχοντά τι λαλῆσαί σοι.
19 And the tribune took his hoond, and wente with hym asidis half, and axide hym, What thing is it, that thou hast to schewe to me?
ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος καὶ ἀναχωρήσας κατʼ ἰδίαν ἐπυνθάνετο· Τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι;
20 And he seide, The Jewis ben acordid to preye thee, that to morewe thou brynge forth Poul in to the counsel, as if thei schulden enquere sum thing more certeynli of hym.
εἶπεν δὲ ὅτι Οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε ὅπως αὔριον ⸂τὸν Παῦλον καταγάγῃς εἰς τὸ συνέδριον ὡς ⸀μέλλοντι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ·
21 But bileue thou not to hem; for mo than fourti men of hem aspien hym, which han a vowid, that thei schulen not eete nether drynke, til thei sleen hym; and now thei ben redi, abidinge thi biheest.
σὺ οὖν μὴ πεισθῇς αὐτοῖς, ἐνεδρεύουσιν γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσεράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν, καὶ νῦν ⸂εἰσιν ἕτοιμοι προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν.
22 Therfor the tribune lefte the yonge man, and comaundide, that he schulde speke to no man, that he hadde maad these thingis knowun to hym.
ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν ⸀νεανίσκονπαραγγείλας μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρὸς ⸀ἐμέ
23 And he clepide togidre twei centuriens, and he seide to hem, Make ye redi twei hundrid knyytis, that thei go to Cesarie, and horse men seuenti, and spere men twey hundrid, fro the thridde our of the nyyt.
Καὶ προσκαλεσάμενός ⸂τινας δύο τῶν ἑκατονταρχῶν εἶπεν· Ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός,
24 And make ye redy an hors, for Poul to ride on, to lede hym saaf to Felix, the presydent.
κτήνη τε παραστῆσαι ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσι πρὸς Φήλικα τὸν ἡγεμόνα,
25 For the tribune dredde, lest the Jewis wolden take hym bi the weie, and sle hym, and aftirward he miyte be chalengid, as he hadde take money.
γράψας ἐπιστολὴν ⸀ἔχουσαντὸν τύπον τοῦτον·
26 And wroot hym `a pistle, conteynynge these thingis. Claudius Lisias to the beste Felix, president, heelthe.
Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν.
27 This man that was take of the Jewis, and bigan to be slayn, Y cam vpon hem with myn oost, and delyuerede hym fro hem, whanne Y knewe that he was a Romayn.
τὸν ἄνδρα τοῦτον συλλημφθέντα ὑπὸ τῶν Ἰουδαίων καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπʼ αὐτῶν ἐπιστὰς σὺν τῷ στρατεύματι ⸀ἐξειλάμην μαθὼν ὅτι Ῥωμαῖός ἐστιν,
28 And Y wolde wite the cause, which thei puttiden ayens hym; and Y ledde hym to the counsel of hem.
βουλόμενός ⸀τε⸀ἐπιγνῶναιτὴν αἰτίαν διʼ ἣν ἐνεκάλουν αὐτῷ, ⸀κατήγαγονεἰς τὸ συνέδριον αὐτῶν.
29 And Y foond, that he was accusid of questiouns of her lawe, but he hadde no cryme worthi the deth, ethir boondis.
ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲ ⸀δὲ ἄξιον θανάτου ἢ δεσμῶν ⸂ἔχοντα ἔγκλημα.
30 And whanne it was teeld me of the aspies, that thei arayden for hym, Y sente hym to thee, and Y warnede also the accuseris, that thei seie at thee. Fare wel.
μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ⸀ἄνδραἔσεσθαι ⸀ἐξαυτῆςἔπεμψα πρὸς σέ, παραγγείλας καὶ τοῖς κατηγόροις ⸀λέγεινπρὸς αὐτὸν ἐπὶ ⸀σοῦ
31 And so the knyytis, as thei weren comaundid, token Poul, and ledde hym bi nyyt into Antipatriden.
Οἱ μὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν Παῦλον ἤγαγον ⸀διὰνυκτὸς εἰς τὴν Ἀντιπατρίδα·
32 And in the dai suynge, whanne the horsmen weren left, that schulden go with hym, thei turneden ayen to the castels.
τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς ⸀ἀπέρχεσθαισὺν αὐτῷ ὑπέστρεψαν εἰς τὴν παρεμβολήν·
33 And whanne thei camen to Cesarie, thei token the pistle to the president, and thei setten also Poul byfore him.
οἵτινες εἰσελθόντες εἰς τὴν Καισάρειαν καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ.
34 And whanne he hadde red, and axide, of what prouynce he was, and knewe that he was of Cilicie,
ἀναγνοὺς ⸀δὲκαὶ ἐπερωτήσας ἐκ ποίας ⸀ἐπαρχείαςἐστὶν καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας,
35 Y schal here thee, he seide, whanne thin accuseris comen. And he comaundide hym to be kept in the moot halle of Eroude.
Διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται· ⸀κελεύσαςἐν τῷ πραιτωρίῳ ⸀τοῦἩρῴδου φυλάσσεσθαι ⸀αὐτόν

< Acts 23 >