< 1 Timothy 1 >

1 Poul, apostle `of Jhesu Crist, bi the comaundement of God oure sauyour, and of Jhesu Crist oure hope,
Παῦλος ἀπόστολος (κυριόυ *O*) Χριστοῦ Ἰησοῦ κατ᾽ ἐπιταγὴν θεοῦ σωτῆρος ἡμῶν καὶ (κυριόυ *K*) Χριστοῦ Ἰησοῦ τῆς ἐλπίδος ἡμῶν
2 to Tymothe, bilouyd sone in the feith, grace and merci and pees, of God the fadir, and of Jhesu Crist, oure Lord.
Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει· χάρις, ἔλεος, εἰρήνη ἀπὸ θεοῦ πατρὸς (ἡμῶν *K*) καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν.
3 As Y preyede thee, that thou schuldist dwelle at Effesi, whanne Y wente into Macedonye, that thou schuldist denounce to summe men, that thei schulden not teche othere weie,
Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ πορευόμενος εἰς Μακεδονίαν ἵνα παραγγείλῃς τισὶν μὴ ἑτεροδιδασκαλεῖν
4 nether yyue tent to fablis and genologies that ben vncerteyn, whiche yyuen questiouns, more than edificacioun of God, that is in the feith.
μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις, αἵτινες (ἐκζητήσεις *N(k)O*) παρέχουσιν μᾶλλον ἢ οἰκονομίαν θεοῦ τὴν ἐν πίστει.
5 For the ende of comaundement is charite of clene herte, and good conscience, and of feith not feyned.
τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου,
6 Fro whiche thingis sum men han errid, and ben turned in to veyn speche;
ὧν τινες ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολογίαν
7 and willith to be techeris of the lawe, and vndurstonden not what thingis thei speken, nether of what thingis thei affermen.
θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες μήτε ἃ λέγουσιν μήτε περὶ τίνων διαβεβαιοῦνται.
8 And we witen that the lawe is good, if ony man vse it lawefulli;
Οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος ἐάν τις αὐτῷ νομίμως χρῆται,
9 and witinge this thing, that the lawe is not set to a iust man, but to vniust men and not suget, to wickid men and to synneris, to cursid men and defoulid, to sleeris of fadir, and sleeris of modir, to `men sleeris and lechouris,
εἰδὼς τοῦτο, ὅτι δικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσιν καὶ ἁμαρτωλοῖς, ἀνοσίοις καὶ βεβήλοις, πατρολῴαις καὶ μητρολῴαις, ἀνδροφόνοις,
10 to hem that don letcherie with men, lesingmongeris and forsworun, and if ony othere thing is contrarie to the hoolsum teching,
πόρνοις, ἀρσενοκοίταις, ἀνδραποδισταῖς, ψεύσταις, ἐπιόρκοις, καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται
11 that is aftir the euangelie of the glorie of blessid God, which is bitakun to me.
κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου θεοῦ, ὃ ἐπιστεύθην ἐγώ.
12 Y do thankingis to hym, that coumfortide me in Crist Jhesu oure Lord, for he gesside me feithful, and putte me in mynystrie,
(Καὶ *k*) χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν,
13 that first was a blasfeme, and a pursuere, and ful of wrongis. But Y haue getun the merci of God, for Y vnknowinge dide in vnbileue.
(τὸ *N(k)O*) πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· ἀλλ᾽ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ·
14 But the grace of oure Lord ouer aboundide, with feith and loue that is in Crist Jhesu.
ὑπερεπλεόνασεν δὲ ἡ χάρις τοῦ κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ.
15 A trewe word and worthi al resseyuyng, for Crist Jhesu cam in to this world to make synful men saaf, of whiche Y am the firste.
Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ·
16 But therfor Y haue getun merci, that Crist Jhesu schulde schewe in me first al pacience, to the enfourmyng of hem that schulen bileue to hym in to euerlastinge lijf. (aiōnios g166)
ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Χριστὸς Ἰησοῦς τὴν (ἅπασαν *N(K)O*) μακροθυμίαν πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ᾽ αὐτῷ εἰς ζωὴν αἰώνιον. (aiōnios g166)
17 And to the king of worldis, vndeedli and vnvysible God aloone, be onour and glorie in to worldis of worldis. Amen. (aiōn g165)
Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ ἀοράτῳ μόνῳ (σοφῷ *K*) θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. (aiōn g165)
18 I bitake this comaundement to thee, thou sone Timothe, after the prophecies that han be hertofore in thee, that thou traueile in hem a good trauel,
Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα (στρατεύῃ *NK(o)*) ἐν αὐταῖς τὴν καλὴν στρατείαν
19 hauynge feith and good conscience, which summen casten awei, and perischiden aboute the feith.
ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν,
20 Of whiche is Ymeneus and Alisaundre, which Y bitook to Sathanas, that thei lerne `to not blasfeme.
ὧν ἐστιν Ὑμέναιος καὶ Ἀλέξανδρος οὓς παρέδωκα τῷ σατανᾷ ἵνα παιδευθῶσιν μὴ βλασφημεῖν.

< 1 Timothy 1 >