< 1 Thessalonians 5 >

1 But, britheren, of tymes and momentis ye neden not that Y write to you.
Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι.
2 For ye silf witen diligentli, that the dai of the Lord schal come, as a theef in the niyt.
Αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡμέρα ˚Κυρίου, ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται.
3 For whanne thei schulen seie pees is, and sikirnesse, thanne sudeyn deth schal come on hem, as sorewe to a womman that is with child, and thei schulen not scape.
Ὅταν λέγωσιν, “Εἰρήνη καὶ ἀσφάλεια”, τότε αἰφνίδιος ἐπίσταται αὐτοῖς ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν.
4 But, britheren, ye ben not in derknessis, that the ilke dai as a theef catche you.
Ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτας καταλάβῃ.
5 For alle ye ben the sones of liyt, and sones of dai; we ben not of niyt, nether of derknessis.
Πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε, καὶ υἱοὶ ἡμέρας. Οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους.
6 Therfor slepe we not as othere; but wake we, and be we sobre.
Ἄρα οὖν μὴ καθεύδωμεν ὡς οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν.
7 For thei that slepen, slepen in the niyt, and thei that ben drunkun, ben drunkun in the niyt.
Οἱ γὰρ καθεύδοντες, νυκτὸς καθεύδουσιν, καὶ οἱ μεθυσκόμενοι, νυκτὸς μεθύουσιν.
8 But we that ben of the dai, ben sobre, clothid in the haburioun of feith and of charite, and in the helme of hope of heelthe.
Ἡμεῖς δὲ ἡμέρας ὄντες, νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης, καὶ περικεφαλαίαν, ἐλπίδα σωτηρίας.
9 For God puttide not vs in to wraththe, but in to the purchasing of heelthe bi oure Lord Jhesu Crist, that was deed for vs;
Ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ ˚Θεὸς εἰς ὀργὴν, ἀλλὰ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ,
10 that whether we waken, whether we slepen, we lyue togidere with him.
τοῦ ἀποθανόντος περὶ ἡμῶν, ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν, ἅμα σὺν αὐτῷ ζήσωμεν.
11 For which thing comforte ye togidere, and edefie ye ech other, as ye doon.
Διὸ παρακαλεῖτε ἀλλήλους, καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.
12 And, britheren, we preien you, that ye knowen hem that trauelen among you, and ben souereyns to you in the Lord, and techen you,
Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν, καὶ προϊσταμένους ὑμῶν ἐν ˚Κυρίῳ, καὶ νουθετοῦντας ὑμᾶς,
13 that ye han hem more aboundantli in charyte; and for the werk of hem, haue ye pees with hem.
καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ, διὰ τὸ ἔργον αὐτῶν. Εἰρηνεύετε ἐν ἑαυτοῖς.
14 And, britheren, we preien you, repreue ye vnpesible men. Coumforte ye men of litil herte, resseyue ye sijke men, be ye pacient to alle men.
Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας.
15 Se ye, that no man yelde yuel for yuel to ony man; but euere more sue ye that that is good, ech to othere and to alle men.
Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε, καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας.
16 Euere more ioye ye; without ceessing preye ye;
Πάντοτε χαίρετε.
17 in alle thingis do ye thankyngis.
Ἀδιαλείπτως προσεύχεσθε.
18 For this is the wille of God in Crist Jhesu, in alle you.
Ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα ˚Θεοῦ ἐν ˚Χριστῷ ˚Ἰησοῦ εἰς ὑμᾶς.
19 Nyle ye quenche the spirit;
Τὸ ˚Πνεῦμα μὴ σβέννυτε.
20 nyle ye dispise prophecies.
Προφητείας μὴ ἐξουθενεῖτε.
21 But preue ye alle thingis, and holde ye that thing that is good.
Πάντα δοκιμάζετε, τὸ καλὸν κατέχετε.
22 Absteyne you fro al yuel spice.
Ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.
23 And God hym silf of pees make you hooli bi alle thingis, that youre spirit be kept hool, and soule, and bodi, without pleynt, in the comyng of oure Lord Jhesu Crist.
Αὐτὸς δὲ ὁ ˚Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα, καὶ ἡ ψυχὴ, καὶ τὸ σῶμα, ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, τηρηθείη.
24 God is trewe, that clepide you, which also schal do.
Πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.
25 Britheren, preye ye for vs.
Ἀδελφοί, προσεύχεσθε καὶ περὶ ἡμῶν.
26 Grete ye wel alle britheren in hooli cos.
Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ.
27 Y coniure you bi the Lord, that this pistle be red to alle hooli britheren.
Ἐνορκίζω ὑμᾶς τὸν ˚Κύριον, ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν τοῖς ἀδελφοῖς.
28 The grace of oure Lord Jhesu Crist be with you. Amen.
Ἡ χάρις τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, μεθʼ ὑμῶν. Ἀμήν!

< 1 Thessalonians 5 >