< 1 Corinthians 1 >
1 Poul, clepid apostle of Jhesu Crist, bi the wille of God, and Sostenes, brothir, to the chirche of God that is at Corynthe,
Παῦλος κλητὸς ἀπόστολος ⸂Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ καὶ Σωσθένης ὁ ἀδελφὸς
2 to hem that ben halewid in Crist Jhesu, and clepid seyntis, with alle that inwardli clepen the name of oure Lord Jhesu Crist, in ech place of hem and of oure,
τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, ⸂ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, τῇ οὔσῃ ἐν Κορίνθῳ, ⸃ κλητοῖς ἁγίοις, σὺν πᾶσιν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ ⸀αὐτῶν καὶ ἡμῶν·
3 grace to you and pees of God, oure fadir, and of the Lord Jhesu Crist.
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
4 Y do thankyngis to my God eueremore for you, in the grace of God that is youun to you in Crist Jhesu.
Εὐχαριστῶ τῷ θεῷ ⸀μουπάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ,
5 For in alle thingis ye ben maad riche in hym, in ech word, and in ech kunnyng,
ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει,
6 as the witnessyng of Crist is confermyd in you;
καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν,
7 so that no thing faile to you in ony grace, that abiden the schewyng of oure Lord Jhesu Crist;
ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι, ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ·
8 which also schal conferme you in to the ende with outen cryme, in the dai of the comyng of oure Lord Jhesu Crist.
ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
9 `A trewe God, bi whom ye ben clepid in to the felouschipe of his sone Jhesu Crist oure Lord.
πιστὸς ὁ θεὸς διʼ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν.
10 But, britheren, Y biseche you, bi the name of oure Lord Jhesu Crist, that ye alle seie the same thing, and that dissenciouns be not among you; but be ye perfit in the same wit, and in the same kunnyng.
Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ.
11 For, my britheren, it is teld to me of hem that ben at Cloes, that stryues ben among you.
ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης ὅτι ἔριδες ἐν ὑμῖν εἰσιν.
12 And Y seie that, that ech of you seith, For Y am of Poul, and Y am of Apollo, and Y am of Cefas, but Y am of Crist.
λέγω δὲ τοῦτο ὅτι ἕκαστος ὑμῶν λέγει· Ἐγὼ μέν εἰμι Παύλου, Ἐγὼ δὲ Ἀπολλῶ, Ἐγὼ δὲ Κηφᾶ, Ἐγὼ δὲ Χριστοῦ.
13 Whether Crist is departid? whether Poul was crucified for you, ether ye ben baptisid in the name of Poul?
μεμέρισται ὁ Χριστός; μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν, ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε;
14 Y do thankyngis to my God, that Y baptiside noon of you, but Crispus and Gayus;
⸀εὐχαριστῶὅτι οὐδένα ὑμῶν ἐβάπτισα εἰ μὴ Κρίσπον καὶ Γάϊον,
15 lest ony man seie, that ye ben baptisid in my name.
ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα ⸀ἐβαπτίσθητε
16 And Y baptiside also the hous of Stephan, but Y woot not, that Y baptiside ony other.
ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον· λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα.
17 For Crist sente me not to baptise, but to preche the gospel; not in wisdom of word, that the cros of Crist be not voidid awei.
οὐ γὰρ ἀπέστειλέν με Χριστὸς βαπτίζειν ἀλλὰ εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ.
18 For the word of the cros is foli to hem that perischen; but to hem that ben maad saaf, that is to seie, to vs, it is the vertu of God.
Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις θεοῦ ἐστιν.
19 For it is writun, Y schal distruye the wisdom of wise men, and Y schal reproue the prudence of prudent men.
γέγραπται γάρ· Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω.
20 Where is the wise man? where is the wise lawiere? where is the purchasour of this world? Whether God hath not maad the wisdom of this world fonned? (aiōn )
ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ ⸀κόσμου (aiōn )
21 For the world in wisdom of God knewe not God bi wisdom, it pleside to God, bi foli of prechyng, `to maken hem saaf that bileueden.
ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν θεόν, εὐδόκησεν ὁ θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας.
22 For Jewis seken signes, and Grekis seken wisdom;
ἐπειδὴ καὶ Ἰουδαῖοι ⸀σημεῖααἰτοῦσιν καὶ Ἕλληνες σοφίαν ζητοῦσιν·
23 but we prechen Crist crucified, to Jewis sclaundre, and to hethene men foli;
ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον ⸀ἔθνεσινδὲ μωρίαν,
24 but to tho Jewis and Grekis that ben clepid, we prechen Crist the vertu of God and the wisdom of God.
αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησιν, Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν.
25 For that that is foli thing of God, is wiser than men; and that that is the feble thing of God, is strengere than men.
ὅτι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπωνἐστίν, καὶ τὸ ἀσθενὲς τοῦ θεοῦ ἰσχυρότερον τῶν ⸀ἀνθρώπων.
26 But, britheren, se ye youre clepyng; for not many wise men aftir the fleisch, not many myyti, not many noble.
Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς·
27 But God chees tho thingis that ben fonned of the world, to confounde wise men;
ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεός, ἵνα ⸂καταισχύνῃ τοὺς σοφούς, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ θεός, ἵνα καταισχύνῃ τὰ ἰσχυρά,
28 and God chees the feble thingis of the world, to confounde the stronge thingis; and God chees the vnnoble thingis `and dispisable thingis of the world, and tho thingis that ben not, to distruye tho thingis that ben;
καὶ τὰἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ θεός, ⸀τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ,
29 that ech man haue not glorie in his siyt.
ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ θεοῦ.
30 But of hym ye ben in Crist Jhesu, which is maad of God to vs wisdom, and riytwisnesse, and holynesse, and ayenbiyng; that,
ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη ⸂σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις,
31 as it is wrytun, He that glorieth, haue glorie in the Lord.
ἵνα καθὼς γέγραπται· Ὁ καυχώμενος ἐν κυρίῳ καυχάσθω.