< 1 Corinthians 11 >

1 Be ye my foleweris, as Y am of Crist.
Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.
2 And, britheren, Y preise you, that bi alle thingis ye ben myndeful of me; and as Y bitook to you my comaundementis, ye holden.
Ἐπαινῶ δὲ ὑμᾶς, ἀδελφοί, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις κατέχετε.
3 But Y wole that ye wite, that Crist is heed of ech man; but the heed of the womman is the man; and the heed of Crist is God.
Θέλω δὲ ὑμᾶς εἰδέναι, ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστι· κεφαλὴ δὲ γυναικός, ὁ ἀνήρ· κεφαλὴ δὲ Χριστοῦ, ὁ Θεός.
4 Ech man preiynge, or profeciynge, whanne his heed is hilid, defoulith his heed.
Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων, κατὰ κεφαλῆς ἔχων, καταισχύνει τὴν κεφαλὴν αὐτοῦ.
5 But ech womman preiynge, or profeciynge, whanne hir heed is not hilid, defoulith hir heed; for it is oon, as if sche were pollid.
Πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, καταισχύνει τὴν κεφαλὴν ἑαυτῆς· ἓν γάρ ἐστι καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ.
6 And if a womman be not keuered, be sche pollid; and if it is foul thing to a womman to be pollid, or to be maad ballid, hile sche hir heed.
Εἰ γὰρ οὐ κατακαλύπτεται γυνή, καὶ κειράσθω· εἰ δὲ αἰσχρὸν γυναικὶ τὸ κείρασθαι ἢ ξυρᾶσθαι, κατακαλυπτέσθω.
7 But a man schal not hile his heed, for he is the ymage and the glorie of God; but a womman is the glorie of man.
Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων· γυνὴ δὲ δόξα ἀνδρός ἐστιν.
8 For a man is not of the womman, but the womman of the man.
Οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ ἀνδρός·
9 And the man is not maad for the womman, but the womman for the man.
καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα·
10 Therfor the womman schal haue an hilyng on hir heed, also for aungelis.
διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους.
11 Netheles nether the man is with outen womman, nether the womman is with oute man, in the Lord.
Πλὴν οὔτε ἀνὴρ χωρὶς γυναικός, οὔτε γυνὴ χωρὶς ἀνδρός, ἐν Κυρίῳ.
12 Forwhi as the womman is of man, so the man is bi the womman; but alle thingis ben of God.
Ὥσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀνδρός, οὕτω καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός, τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ.
13 Deme ye you silf; bisemeth it a womman not hilid on the heed to preye God?
Ἐν ὑμῖν αὐτοῖς κρίνατε· πρέπον ἐστὶ γυναῖκα ἀκατακάλυπτον τῷ Θεῷ προσεύχεσθαι;
14 Nether the kynde it silf techith vs, for if a man nursche longe heer, it is schenschipe to hym;
Ἢ οὐδὲ αὐτὴ ἡ φύσις διδάσκει ὑμᾶς, ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστι;
15 but if a womman nurische longe heer, it is glorie to hir, for heeris ben youun to hir for keueryng.
Γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῇ ἐστίν. Ὅτι ἡ κόμη ἀντὶ περιβολαίου δέδοται.
16 But if ony man is seyn to be ful of strijf, we han noon siche custom, nethir the chirche of God.
Εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ ἐκκλησίαι τοῦ Θεοῦ.
17 But this thing Y comaunde, not preisynge, that ye comen togidere not in to the betere, but in to the worse.
Τοῦτο δὲ παραγγέλλων οὐκ ἐπαινῶ, ὅτι οὐκ εἰς τὸ κρεῖττον ἀλλ᾽ εἰς τὸ ἧττον συνέρχεσθε.
18 First for whanne ye comen togidere in to the chirche, Y here that discenciouns ben, and in parti Y bileue.
Πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν ἐκκλησίᾳ, ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, καὶ μέρος τι πιστεύω.
19 For it bihoueth eresies to be, that thei that ben prouyd, ben opynli knowun in you.
Δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν.
20 Therfor whanne ye comen togidere in to oon, now it is not to ete the Lordis soper;
Συνερχομένων οὖν ὑμῶν ἐπὶ τὸ αὐτό, οὐκ ἔστι κυριακὸν δεῖπνον φαγεῖν.
21 for whi ech man bifor takith his soper to ete, and oon is hungry, and another is drunkun.
Ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν, καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει.
22 Whether ye han not housis to ete and drynke, or ye dispisen the chirche of God, and confounden hem that han noon? What schal Y seie to you? Y preise you, but here yn Y preise you not.
Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; Ἢ τῆς ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; Τί ὑμῖν εἴπω; Ἐπαινέσω ὑμᾶς ἐν τούτῳ; Οὐκ ἐπαινῶ.
23 For Y haue takun of the Lord that thing, which Y haue bitakun to you. For the Lord Jhesu, in what niyt he was bitraied,
Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ Κυρίου ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ Κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ ᾗ παρεδίδοτο ἔλαβεν ἄρτον,
24 took breed, and dide thankyngis, and brak, and seide, Take ye, and ete ye; this is my bodi, which schal be bitraied for you; do ye this thing in to my mynde.
καὶ εὐχαριστήσας ἔκλασε καὶ εἶπε, Λάβετε, φάγετε· τοῦτό μού ἐστι τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.
25 Also the cuppe, aftir that he hadde soupid, and seide, This cuppe is the newe testament in my blood; do ye this thing, as ofte as ye schulen drynke, in to my mynde.
Ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων, Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε, ὁσάκις ἂν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν.
26 For as ofte as ye schulen ete this breed, and schulen drynke the cuppe, ye schulen telle the deth of the Lord, til that he come.
Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε ἄχρις οὗ ἂν ἔλθῃ.
27 Therfor who euere etith the breed, or drynkith the cuppe of the Lord vnworthili, he schal be gilti of the bodi and of the blood of the Lord.
Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον τοῦτον ἢ πίνῃ τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως τοῦ Κυρίου, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου.
28 But preue a man hym silf, and so ete he of `the ilke breed, and drynke of the cuppe.
Δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω.
29 For he that etith and drinkith vnworthili, etith and drinkith doom to hym, not wiseli demyng the bodi of the Lord.
Ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου.
30 Therfor among you many ben sijke and feble, and manye slepen.
Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι, καὶ κοιμῶνται ἱκανοί.
31 And if we demyden wiseli vs silf, we schulden not be demyd;
Εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα.
32 but while we ben demyd of the Lord, we ben chastisid, that we be not dampnyd with this world.
Κρινόμενοι δέ, ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.
33 Therfor, my britheren, whanne ye comen togidere to ete, abide ye togidere.
Ὥστε, ἀδελφοί μου, συνερχόμενοι εἰς τὸ φαγεῖν, ἀλλήλους ἐκδέχεσθε.
34 If ony man hungrith, ete he at home, that ye come not togidere in to doom. And Y schal dispose othere thingis, whanne Y come.
Εἰ δέ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω· ἵνα μὴ εἰς κρίμα συνέρχησθε. Τὰ δὲ λοιπά, ὡς ἂν ἔλθω, διατάξομαι.

< 1 Corinthians 11 >