< 1 Corinthians 10 >
1 Britheren, Y nyle, that ye vnknowe, that alle oure fadris weren vndur cloude, and alle passiden the see;
Οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον,
2 and alle weren baptisid in Moises, in the cloude and in the see;
καὶ πάντες εἰς τὸν Μωυσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ,
3 and alle eeten the same spiritual mete,
καὶ πάντες τὸ αὐτὸ πνευματικὸν βρῶμα ἔφαγον,
4 and alle drunken the same spiritual drynke; thei drunken of the spiritual stoon folewynge hem; and the stoon was Crist.
καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔπιον πόμα, (ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ πέτρα δὲ ἦν ὁ χριστός)·
5 But not in ful manye of hem it was wel pleasaunt to God; for whi thei weren cast doun in desert.
ἀλλ᾽ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησεν ὁ θεός· κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ.
6 But these thingis ben don in figure of vs, that we be not coueyteris of yuele thingis, as thei coueitiden.
ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν.
7 Nether be ye maad idolatreris, as summe of hem; as it is writun, The puple sat to ete and drynke, and thei risen vp to pleie.
μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν, ὥσπερ γέγραπται, Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν.
8 Nether do we fornycacioun, as summe of hem diden fornicacioun, and thre and twenti thousyndis weren deed in o dai.
μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσαν μιᾷ ἡμέρᾳ εἰκοσιτρεῖς χιλιάδες.
9 Nethir tempte we Crist, as summe of hem temptiden, and perischiden of serpentis.
μηδὲ ἐκπειράζωμεν τὸν κύριον, καθώς τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλλυντο.
10 Nether grutche ye, as summe of hem grutchiden, and thei perischiden of a distrier.
μηδὲ γογγύζετε, καθάπερ τινὲς αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ.
11 And alle these thingis felliden to hem in figure; but thei ben writun to oure amendyng, in to whiche the endis of the worldis ben comun. (aiōn )
ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκεν. (aiōn )
12 Therfor he that gessith hym, `that he stondith, se he, that he falle not.
ὥστε ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ.
13 Temptacioun take `not you, but mannus temptacioun; for God is trewe, which schal not suffre you to be temptid aboue that that ye moun; but he schal make with temptacioun also purueyaunce, that ye moun suffre.
πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ὑπενεγκεῖν.
14 Wherfor, ye most dereworthe to me, fle ye fro worschiping of maumetis.
Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρείας.
15 As to prudent men Y speke, deme ye you silf that thing that Y seie.
ὡς φρονίμοις λέγω, κρίνατε ὑμεῖς ὅ φημι.
16 Whether the cuppe of blessyng which we blessen, is not the comynyng of Cristis blood? and whether the breed which we breken, is not the takyng of the bodi of the Lord?
τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία ἐστιν τοῦ αἵματος τοῦ χριστοῦ, τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ χριστοῦ ἐστιν;
17 For we manye ben o breed and o bodi, alle we that taken part of o breed and of o cuppe.
ὅτι εἷς ἄρτος ἓν σῶμα οἱ πολλοί ἐσμεν· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν.
18 Se ye Israel aftir the fleisch, whethir thei that eeten sacrifices, ben not partyneris of the auter?
βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· οὐχὶ οἱ ἐσθίοντες τὰς θυσίας, κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν,
19 What therfor seie Y, that a thing that is offrid to idols is ony thing, or that the idol is ony thing?
τί οὖν φημι; ὅτι εἰδωλόθυτόν τί ἐστιν; ἢ ὅτι εἴδωλόν τί ἐστιν;
20 But tho thingis that hethene men offren, thei offren to deuelis, and not to God. But Y nyle, that ye ben maad felowis of feendis; for ye moun not drynke the cuppe of the Lord, and the cuppe of fendis;
ἀλλ᾽ ὅτι ἃ θύουσιν τὰ ἔθνη, δαιμονίοις καὶ οὐ θεῷ θύουσιν, οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι.
21 ye moun not be parteneris of the boord of the Lord, and of the bord of feendis.
οὐ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων.
22 Whether we han enuye to the Lord? whether we ben strengere then he? Alle thingis ben leeueful to me, but not alle thingis ben spedeful.
ἢ παραζηλοῦμεν τὸν κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;
23 Alle thingis ben leeueful to me, but not alle thingis edifien.
πάντα ἔξεστιν, ἀλλ᾽ οὐ πάντα συμφέρει· πάντα ἔξεστιν, ἀλλ᾽ οὐ πάντα οἰκοδομεῖ.
24 No man seke that thing that is his owne, but that thing that is of an othere.
μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου.
25 Al thing that is seld in the bocherie, ete ye, axynge no thing for conscience.
πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν·
26 The erthe and the plente of it is, the Lordis.
τοῦ κυρίου γὰρ ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.
27 If ony of hethene men clepith you to soper, and ye wole go, al thing that is set to you, ete ye, axynge no thing for conscience.
εἴ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν·
28 But if ony man seith, This thing is offrid to idols, nyle ye ete, for hym that schewide, and for conscience; and Y seie not,
ἐὰν δέ τις ὑμῖν εἴπῃ, Τοῦτο ἱερόθυτόν ἐστιν, μὴ ἐσθίετε δι᾽ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν·
29 thi conscience, but of an othere. But wherto is my fredom demed of an othere mannus conscience?
συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ, ἀλλὰ τὴν τοῦ ἑτέρου. ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως;
30 Therfor if Y take part with grace, what am Y blasfemed, for that that Y do thankyngis?
εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ;
31 Therfor whether ye eten, or drynken, or don ony other thing, do ye alle thingis `in to the glorie of God.
εἴτε οὖν ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε.
32 Be ye with outen sclaundre to Jewis, and to hethene men, and to the chirche of God;
ἀπρόσκοποι καὶ Ἰουδαίοις γίνεσθε καὶ Ἕλλησιν καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ,
33 as Y bi alle thingis plese to alle men, not sekynge that that is profitable to me, but that that is profitable to manye men, that thei be maad saaf.
καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ σύμφορον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν.