< Mark 3 >
1 And He went another time into a synagogue, where there was a man that had a withered hand:
Καὶ εἰσῆλθεν πάλιν εἰς τὴν συναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα,
2 and they watched Him, whether He would heal him on the sabbath-day, that they might accuse Him.
καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτὸν ἵνα (κατηγορήσωσιν *NK(o)*) αὐτοῦ.
3 And He said to the man, that had the withered hand, Rise up into the midst:
καὶ λέγει τῷ ἀνθρώπῳ τῷ τὴν (ξηρὰν *N(k)O*) χεῖρα ἔχοντι· (ἔγειρε *N(k)O*) εἰς τὸ μέσον.
4 then saith He to them, Is it lawful to do good on the sabbath, or to do evil? to save life, or to kill? but they were silent.
καὶ λέγει αὐτοῖς· ἔξεστιν τοῖς σάββασιν ἀγαθὸν ποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων.
5 And when He had looked round upon them with indignation, being grieved at the hardness of their hearts, He saith to the man, Stretch out thine hand: and he stretched it out, and his hand was made as sound as the other.
καὶ περιβλεψάμενος αὐτοὺς μετ᾽ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ· ἔκτεινον τὴν χεῖρα (σου. *KO*) καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ αὐτοῦ (ὑγιὴς ὡς ἡ ἄλλη. *K*)
6 And the pharisees went out, and immediately took counsel with the Herodians against Him, how to destroy Him:
Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι εὐθὺς μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον (ἐδίδουν *N(k)O*) κατ᾽ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν.
7 but Jesus withdrew with his disciples to the sea.
Καὶ ὁ Ἰησοῦς μετὰ τῶν μαθητῶν αὐτοῦ ἀνεχώρησεν πρὸς τὴν θάλασσαν, καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας (ἠκολούθησεν *N(k)O*) (αὐτῷ *k*) καὶ ἀπὸ τῆς Ἰουδαίας
8 And a great multitude from Galilee followed Him, and from Judea, and from Jerusalem, and from Idumea, and from beyond Jordan; and those about Tyre and Sidon, a great number, hearing how great things He did, came unto Him.
καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας καὶ πέραν τοῦ Ἰορδάνου καὶ (οἱ *k*) περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολὺ (ἀκούοντες *N(k)O*) ὅσα (ἐποίει *NK(o)*) ἦλθον πρὸς αὐτόν.
9 Therefore He spake to his disciples, that there might be a small vessel attending Him, because of the multitude, least they should throng Him: for He had healed many,
Καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον ἵνα μὴ θλίβωσιν αὐτόν.
10 so that whoever had any maladies, crouded upon Him to touch Him.
πολλοὺς γὰρ ἐθεράπευσεν ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον μάστιγας.
11 And impure spirits, when they saw Him, fell down before Him, and cried out, saying, Thou art the Son of God:
καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν (ἐθεώρουν, προσέπιπτον *N(k)O*) αὐτῷ καὶ (ἔκραζον λέγοντες *N(k)O*) ὅτι σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ.
12 but He strictly charged them not to make Him known.
καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ αὐτὸν φανερὸν (ποιήσωσιν. *NK(o)*)
13 Then going up into a mountain, He calleth for such as He saw fit, and they came to Him:
Καὶ ἀναβαίνει εἰς τὸ ὄρος καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν.
14 and He appointed twelve to be with Him, and that He might send them forth to preach the gospel,
Καὶ ἐποίησεν δώδεκα (οὓς καὶ ἀποστόλους ὠνόμασεν *NO*) ἵνα ὦσιν μετ᾽ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν
15 and to have power to heal diseases, and to cast out demons;
καὶ ἔχειν ἐξουσίαν (θεραπεύειν τὰς νόσους καὶ *K*) ἐκβάλλειν τὰ δαιμόνια.
16 even Simon, whom He surnamed Peter,
(καὶ ἐποίησεν τοὺς δώδεκα *NO*) καὶ ἐπέθηκεν ὄνομα τῷ Σίμωνι Πέτρον,
17 and James the Son of Zebedee, and John the brother of James, (and He surnamed them Boanerges, which is to say, Sons of thunder, ) and Andrew,
καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου, καὶ ἐπέθηκεν αὐτοῖς (ὀνόματα *NK(o)*) Βοανηργές, ὅ ἐστιν υἱοὶ βροντῆς·
18 and Philip, and Bartholomew, and Matthew, and Thomas, and James the son of Alpheus, and Thaddeus,
καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Μαθθαῖον καὶ Θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἁλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν Καναναῖον
19 and Simon the Canaanite, and Judas Iscariot, even him who betrayed Him.
καὶ Ἰούδαν Ἰσκαριὼθ ὃς καὶ παρέδωκεν αὐτόν. Καὶ (ἔρχεται *N(K)O*) εἰς οἶκον,
20 And they went into a house, and the multitude came together again, so that they could not so much as eat.
καὶ συνέρχεται πάλιν (ὁ *no*) ὄχλος ὥστε μὴ δύνασθαι αὐτοὺς (μηδὲ *N(k)O*) ἄρτον φαγεῖν.
21 And when his friends heard of it, they went out to lay hold on Him; for they said He spends Himself too much.
καὶ ἀκούσαντες οἱ παρ᾽ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν· ἔλεγον γὰρ ὅτι ἐξέστη.
22 And the scribes that came down from Jerusalem said, He is in league with Beelzebub, and casts out demons by the help of the prince of demons.
καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
23 So He called them to Him, and said unto them in parables, How can Satan cast out Satan?
Καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς· πῶς δύναται σατανᾶς σατανᾶν ἐκβάλλειν;
24 If a kingdom be divided against itself, that kingdom cannot stand:
καὶ ἐὰν βασιλεία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη·
25 and if a family be divided against itself, that family cannot stand: and if Satan oppose himself and be divided,
καὶ ἐὰν οἰκία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ (δυνήσεται *N(k)O*) ἡ οἰκία ἐκείνη (σταθῆναι· *NK(o)*)
26 he cannot stand, but his kingdom is at an end.
καὶ εἰ ὁ σατανᾶς ἀνέστη ἐφ᾽ ἑαυτὸν καὶ (ἐμερίσθη, *N(k)O*) οὐ δύναται (στῆναι *N(k)O*) ἀλλὰ τέλος ἔχει.
27 No one can enter into the house of a strong man, and plunder his goods; unless he first bind the strong man, and then he may pillage his house.
(ἀλλ᾽ *NO*) οὐ δύναται οὐδεὶς εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ (διαρπάσει. *NK(o)*)
28 Verily I tell you, that all sins shall be forgiven to the sons of men, and blasphemies wherewith they may blaspheme:
Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται τοῖς υἱοῖς τῶν ἀνθρώπων τὰ ἁμαρτήματα καὶ (αἱ *no*) βλασφημίαι (ὅσα ἐὰν *N(k)O*) βλασφημήσωσιν·
29 but whosoever blasphemeth against the holy Ghost never hath forgiveness, but is liable to eternal damnation: (aiōn , aiōnios )
ὃς δ᾽ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλ᾽ ἔνοχός ἐστιν αἰωνίου (ἁμαρτήματος· *N(K)O*) (aiōn , aiōnios )
30 for they said, He hath an impure spirit.
ὅτι ἔλεγον· πνεῦμα ἀκάθαρτον ἔχει.
31 So his brethren and his mother came, and standing without sent to Him to call Him to them:
(Καὶ ἔρχεται *N(K)O*) ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ. καὶ ἔξω (στήκοντες *N(k)O*) ἀπέστειλαν πρὸς αὐτὸν (καλοῦντες *N(k)O*) αὐτόν.
32 and there was a multitude sitting about Him, and they said to Him, Behold, thy mother and thy brethren are without inquiring for thee.
καὶ ἐκάθητο περὶ αὐτὸν ὄχλος, (καὶ *no*) (λέγουσιν *N(k)O*) (δὲ *k*) αὐτῷ· ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου (καὶ αἱ ἀδελφαί σου *NO*) ἔξω ζητοῦσίν σε.
33 And He answered them, and said, Who is my mother, or my brethren?
Καὶ (ἀποκριθεὶς *N(k)O*) αὐτοῖς (λέγει· *N(k)O*) τίς ἐστιν ἡ μήτηρ μου (καὶ *N(k)O*) οἱ ἀδελφοί μου;
34 And looking round on those that sat about Him, He said, Behold my mother, and my brethren:
καὶ περιβλεψάμενος τοὺς περὶ αὐτὸν κύκλῳ καθημένους λέγει· ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου.
35 for whosoever doth the will of God, he is to me as my brother, my sister, and mother.
ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφὴ (μου *k*) καὶ μήτηρ ἐστίν.