< Song of Solomon 7 >
1 How beautiful are your feet in sandals, prince’s daughter! Your rounded thighs are like jewels, the work of the hands of a skilful workman.
τί ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασιν θύγατερ Ναδαβ ῥυθμοὶ μηρῶν σου ὅμοιοι ὁρμίσκοις ἔργῳ χειρῶν τεχνίτου
2 Your body is like a round goblet, no mixed wine is wanting. Your waist is like a heap of wheat, set about with lilies.
ὀμφαλός σου κρατὴρ τορευτὸς μὴ ὑστερούμενος κρᾶμα κοιλία σου θιμωνιὰ σίτου πεφραγμένη ἐν κρίνοις
3 Your two breasts are like two fawns, that are twins of a roe.
δύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος
4 Your neck is like an ivory tower. Your eyes are like the pools in Heshbon by the gate of Bathrabbim. Your nose is like the tower of Lebanon which looks towards Damascus.
τράχηλός σου ὡς πύργος ἐλεφάντινος ὀφθαλμοί σου ὡς λίμναι ἐν Εσεβων ἐν πύλαις θυγατρὸς πολλῶν μυκτήρ σου ὡς πύργος τοῦ Λιβάνου σκοπεύων πρόσωπον Δαμασκοῦ
5 Your head on you is like Carmel. The hair of your head like purple. The king is held captive in its tresses.
κεφαλή σου ἐπὶ σὲ ὡς Κάρμηλος καὶ πλόκιον κεφαλῆς σου ὡς πορφύρα βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς
6 How beautiful and how pleasant you are, love, for delights!
τί ὡραιώθης καὶ τί ἡδύνθης ἀγάπη ἐν τρυφαῖς σου
7 This, your stature, is like a palm tree, your breasts like its fruit.
τοῦτο μέγεθός σου ὡμοιώθη τῷ φοίνικι καὶ οἱ μαστοί σου τοῖς βότρυσιν
8 I said, “I will climb up into the palm tree. I will take hold of its fruit.” Let your breasts be like clusters of the vine, the smell of your breath like apples.
εἶπα ἀναβήσομαι ἐν τῷ φοίνικι κρατήσω τῶν ὕψεων αὐτοῦ καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τῆς ἀμπέλου καὶ ὀσμὴ ῥινός σου ὡς μῆλα
9 Your mouth is like the best wine, that goes down smoothly for my beloved, gliding through the lips of those who are asleep.
καὶ λάρυγξ σου ὡς οἶνος ὁ ἀγαθὸς πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύθητα ἱκανούμενος χείλεσίν μου καὶ ὀδοῦσιν
10 I am my beloved’s. His desire is towards me.
ἐγὼ τῷ ἀδελφιδῷ μου καὶ ἐπ’ ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ
11 Come, my beloved! Let’s go out into the field. Let’s lodge in the villages.
ἐλθέ ἀδελφιδέ μου ἐξέλθωμεν εἰς ἀγρόν αὐλισθῶμεν ἐν κώμαις
12 Let’s go early up to the vineyards. Let’s see whether the vine has budded, its blossom is open, and the pomegranates are in flower. There I will give you my love.
ὀρθρίσωμεν εἰς ἀμπελῶνας ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος ἤνθησεν ὁ κυπρισμός ἤνθησαν αἱ ῥόαι ἐκεῖ δώσω τοὺς μαστούς μου σοί
13 The mandrakes produce fragrance. At our doors are all kinds of precious fruits, new and old, which I have stored up for you, my beloved.
οἱ μανδραγόραι ἔδωκαν ὀσμήν καὶ ἐπὶ θύραις ἡμῶν πάντα ἀκρόδρυα νέα πρὸς παλαιά ἀδελφιδέ μου ἐτήρησά σοι