< Acts 10 >
1 Now a Captain of the Italian Regiment, named Cornelius, was quartered at Caesarea.
Ἀνὴρ δέ τις ἦν ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς,
2 He was religious and God-fearing--and so was every member of his household. He was also liberal in his charities to the people, and continually offered prayer to God.
εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν τε ἐλεημοσύνας πολλὰς τῷ λαῷ, καὶ δεόμενος τοῦ Θεοῦ διὰ παντός.
3 About three o'clock one afternoon he had a vision, and distinctly saw an angel of God enter his house, who called him by name, saying, "Cornelius!"
Εἶδεν ἐν ὁράματι φανερῶς, ὡσεὶ ὥραν ἐννάτην τῆς ἡμέρας, ἄγγελον τοῦ Θεοῦ εἰσελθόντα πρὸς αὐτόν, καὶ εἰπόντα αὐτῷ, Κορνήλιε.
4 Looking steadily at him, and being much alarmed, he said, "What do you want, Sir?" "Your prayers and charities," he replied, "have gone up and have been recorded before God.
Ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπε, Τί ἐστι, Κύριε; Εἶπε δὲ αὐτῷ, Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ.
5 And now send to Jaffa and fetch Simon, surnamed Peter.
Καὶ νῦν πέμψον εἰς Ἰόππην ἄνδρας, καὶ μετάπεμψαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος·
6 He is staying as a guest with Simon, a tanner, who has a house close to the sea."
οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν· οὗτος λαλήσει σοι τί σε δεῖ ποιεῖν.
7 So when the angel who had been speaking to him was gone, Cornelius called two of his servants and a God-fearing soldier who was in constant attendance on him,
Ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν τῷ Κορνηλίῳ, φωνήσας δύο τῶν οἰκετῶν αὐτοῦ, καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ,
8 and, after telling them everything, he sent them to Jaffa.
καὶ ἐξηγησάμενος αὐτοῖς ἅπαντα, ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην.
9 The next day, while they were still on their journey and were getting near the town, about noon Peter went up on the house-top to pray.
Τῇ δὲ ἐπαύριον, ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων, ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι, περὶ ὥραν ἕκτην·
10 He had become unusually hungry and wished for food; but, while they were preparing it, he fell into a trance.
ἐγένετο δὲ πρόσπεινος, καὶ ἤθελε γεύσασθαι· παρασκευαζόντων δὲ ἐκείνων, ἐπέπεσεν ἐπ᾿ αὐτὸν ἔκστασις,
11 The sky had opened to his view, and what seemed to be an enormous sail was descending, being let down to the earth by ropes at the four corners.
καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ καταβαῖνον ἐπ᾿ αὐτὸν σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς δεδεμένον, καὶ καθιέμενον ἐπὶ τῆς γῆς·
12 In it were all kinds of quadrupeds, reptiles and birds,
ἐν ᾧ ὑπῆρχε πάντα τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ.
13 and a voice came to him which said, "Rise, Peter, kill and eat."
Καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν, Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.
14 "On no account, Lord," he replied; "for I have never yet eaten anything unholy and impure."
Ὁ δὲ Πέτρος εἶπε, Μηδαμῶς, Κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον.
15 Again a second time a voice was heard which said, "What God has purified, you must not regard as unholy."
Καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν, Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου.
16 This was said three times, and immediately the sail was drawn up out of sight.
Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς· καὶ πάλιν ἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.
17 While Peter was greatly perplexed as to the meaning of the vision which he had seen, just then the men sent by Cornelius, having by inquiry found out Simon's house,
Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδε, καὶ ἰδού, οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ἀπὸ τοῦ Κορνηλίου, διερωτήσαντες τὴν οἰκίαν Σίμωνος, ἐπέστησαν ἐπὶ τὸν πυλῶνα,
18 had come to the door and had called the servant, and were asking, "Is Simon, surnamed Peter, staying here?"
καὶ φωνήσαντες ἐπυνθάνοντο εἰ Σίμων, ὁ ἐπικαλούμενος Πέτρος, ἐνθάδε ξενίζεται.
19 And Peter was still earnestly thinking over the vision, when the Spirit said to him, "Three men are now inquiring for you.
Τοῦ δὲ Πέτρου ἐνθυμουμένου περὶ τοῦ ὁράματος, εἶπεν αὐτῷ τὸ πνεῦμα, Ἰδού, ἄνδρες τρεῖς ζητοῦσί σε.
20 Rise, go down, and go with them without any misgivings; for it is I who have sent them to you."
Ἀλλὰ ἀναστὰς κατάβηθι, καὶ πορεύου σὺν αὐτοῖς, μηδὲν διακρινόμενος· διότι ἐγὼ ἀπέσταλκα αὐτούς.
21 So Peter went down and said to the men, "I am the Simon you are inquiring for. What is the reason of your coming?"
Καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας τοὺς ἀπεσταλμένους ἀπὸ τοῦ Κορνηλίου πρὸς αὐτόν, εἶπεν, Ἰδού, ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία δι᾿ ἣν πάρεστε;
22 Their reply was, "Cornelius, a Captain, an upright and God-fearing man, of whom the whole Jewish nation speaks well, has been divinely instructed by a holy angel to send for you to come to his house and listen to what you have to say."
Οἱ δὲ εἶπον, Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν Θεόν, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ.
23 Upon hearing this, Peter invited them in, and gave them a lodging. The next day he set out with them, some of the brethren from Jaffa going with him,
Εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισε. Τῇ δὲ ἐπαύριον ὁ Πέτρος ἐξῆλθε σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ τῆς Ἰόππης συνῆλθον αὐτῷ.
24 and the day after that they reached Caesarea. There Cornelius was awaiting their arrival, and had invited all his relatives and intimate friends to be present.
Καὶ τῇ ἐπαύριον εἰσῆλθον εἰς τὴν Καισάρειαν. Ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτούς, συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους.
25 When Peter entered the house, Cornelius met him, and threw himself at his feet to do him homage.
Ὡς δὲ ἐγένετο εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος, πεσὼν ἐπὶ τοὺς πόδας, προσεκύνησεν.
26 But Peter lifted him up. "Stand up," he said; "I myself also am but a man."
Ὁ δὲ Πέτρος αὐτὸν ἤγειρε λέγων, Ἀνάστηθι· κἀγὼ αὐτὸς ἄνθρωπός εἰμι.
27 So Peter went in and conversed with him, and found a large company assembled.
Καὶ συνομιλῶν αὐτῷ εἰσῆλθε, καὶ εὑρίσκει συνεληλυθότας πολλούς,
28 He said to them, "You know better than most that a Jew is strictly forbidden to associate with a Gentile or visit him; but God has taught me to call no one unholy or unclean.
ἔφη τε πρὸς αὐτούς, Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· καὶ ἐμοὶ ὁ Θεὸς ἔδειξε μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον·
29 So for this reason, when sent for, I came without raising any objection. I therefore ask why you sent for me."
διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς. Πυνθάνομαι οὖν, τίνι λόγῳ μετεπέμψασθέ με.
30 "Just at this hour, three days ago," replied Cornelius, "I was offering afternoon prayer in my house, when suddenly a man in shining raiment stood in front of me,
Καὶ ὁ Κορνήλιος ἔφη, Ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην νηστεύων, καὶ τὴν ἐννάτην ὥραν προσευχόμενος ἐν τῷ οἴκῳ μου· καὶ ἰδού, ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ,
31 who said, "'Cornelius, your prayer has been heard, and your charities have been put on record before God.
καί φησι, Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχή, καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ Θεοῦ.
32 Send therefore to Jaffa, and invite Simon, surnamed Peter, to come here. He is staying as a guest in the house of Simon, a tanner, close to the sea.'
Πέμψον οὖν εἰς Ἰόππην, καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ θάλασσαν· ὃς παραγενόμενος λαλήσει σοι.
33 "Immediately, therefore, I sent to you, and I thank you heartily for having come. That is why all of us are now assembled here in God's presence, to listen to what the Lord has commanded you to say."
Ἐξαυτῆς οὖν ἔπεμψα πρός σε· σύ τε καλῶς ἐποίησας παραγενόμενος. Νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ Θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ Θεοῦ.
34 Then Peter began to speak. "I clearly see," he said, "that God makes no distinctions between one man and another;
Ἀνοίξας δὲ Πέτρος τὸ στόμα εἶπεν, Ἐπ᾿ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεός·
35 but that in every nation those who fear Him and live good lives are acceptable to Him.
ἀλλ᾿ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστι.
36 The Message which He sent to the descendants of Israel, when He announced the Good News of peace through Jesus Christ--He is Lord of all--that Message you cannot but know;
Τὸν λόγον ὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραήλ, εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ — οὗτός ἐστι πάντων Κύριος —
37 the story, I mean, which has spread through the length and breadth of Judaea, beginning in Galilee after the baptism which John proclaimed.
ὑμεῖς οἴδατε, τὸ γενόμενον ῥῆμα καθ᾿ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας, μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης·
38 It tells how God anointed Jesus of Nazareth with the Holy Spirit and with power, so that He went about everywhere doing acts of kindness, and curing all who were being continually oppressed by the Devil--for God was with Jesus.
Ἰησοῦν τὸν ἀπὸ Ναζαρέθ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ Θεὸς ἦν μετ᾿ αὐτοῦ.
39 "And we are witnesses as to all that He did both in the country of the Jews and in Jerusalem. But they even put Him to death, by crucifixion.
Καὶ ἡμεῖς ἐσμεν μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ ἐν Ἱερουσαλήμ· ὃν ἀνεῖλον κρεμάσαντες ἐπὶ ξύλου.
40 That same Jesus God raised to life on the third day, and permitted Him to appear unmistakably,
Τοῦτον ὁ Θεὸς ἤγειρε τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι,
41 not to all the people, but to witnesses--men previously chosen by God--namely, to us, who ate and drank with Him after He rose from the dead.
οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν.
42 And He has commanded us to preach to the people and solemnly declare that this is He who has been appointed by God to be the Judge of the living and the dead.
Καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῷ λαῷ, καὶ διαμαρτύρασθαι ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν.
43 To Him all the Prophets bear witness, and testify that through His name all who believe in Him receive the forgiveness of their sins."
Τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν.
44 While Peter was speaking these words, the Holy Spirit fell on all who were listening to the Message.
Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα, ἐπέπεσε τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον.
45 And all the Jewish believers who had come with Peter were astonished that on the Gentiles also the gift of the Holy Spirit was poured out.
Καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοί, ὅσοι συνῆλθον τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ ἁγίου πνεύματος ἐκκέχυται.
46 For they heard them speaking in tongues and extolling the majesty of God. Then Peter said,
Ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις, καὶ μεγαλυνόντων τὸν Θεόν. Τότε ἀπεκρίθη ὁ Πέτρος,
47 "Can any one forbid the use of water, and object to these persons being baptized--men who have received the Holy Spirit just as we did?"
Μήτι τὸ ὕδωρ κωλῦσαι δύναταί τις, τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ πνεῦμα τὸ ἅγιον ἔλαβον καθὼς καὶ ἡμεῖς;
48 And he directed that they should be baptized in the name of Jesus Christ. Then they begged him to remain with them for a time.
Προσέταξέ τε αὐτοὺς βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ Κυρίου. Τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.