< Romans 10 >
1 Brethren, my heart’s desire and prayer to God for Israel is, that they may be saved.
Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ ⸀δέησιςπρὸς τὸν θεὸν ὑπὲρ ⸀αὐτῶνεἰς σωτηρίαν.
2 For I bear them witness that they have a zeal of God, but not according to knowledge.
μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν· ἀλλʼ οὐ κατʼ ἐπίγνωσιν,
3 For they being ignorant of God’s righteousness, and seeking to establish their own righteousness, have not submitted themselves to the righteousness of God.
ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην, καὶ τὴν ⸀ἰδίανζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν·
4 For Christ is the end of the law for righteousness to every one that believeth.
τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.
5 For Moses describeth the righteousness which is by the law, That the man who doeth those things shall live by them.
Μωϋσῆς γὰρ γράφει ⸂ὅτι τὴν δικαιοσύνην τὴν ἐκ ⸀τοῦ νόμου ὁ ⸀ποιήσας ἄνθρωπος ζήσεται ἐν ⸀αὐτῇ.
6 But the righteousness which is by faith speaketh on this wise, Say not in thy heart, Who shall ascend into heaven? (that is, to bring Christ down: )
ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτʼ ἔστιν Χριστὸν καταγαγεῖν·
7 Or, Who shall descend into the deep? (that is, to bring Christ again from the dead.) (Abyssos )
ἤ· Τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτʼ ἔστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. (Abyssos )
8 But what saith it? The word is near thee, even in thy mouth, and in thy heart: that is, the word of faith, which we preach;
ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου, τοῦτʼ ἔστιν τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν.
9 That if thou shalt confess with thy mouth the Lord Jesus, and shalt believe in thy heart that God hath raised him from the dead, thou shalt be saved.
ὅτι ἐὰν ⸀ὁμολογήσῃςἐν τῷ στόματί ⸀σουκύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ·
10 For with the heart man believeth to righteousness; and with the mouth confession is made to salvation.
καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν·
11 For the scripture saith, Whoever believeth on him shall not be ashamed.
λέγει γὰρ ἡ γραφή· Πᾶς ὁ πιστεύων ἐπʼ αὐτῷ οὐ καταισχυνθήσεται.
12 For there is no difference between the Jew and the Greek: for the same Lord over all is rich to all that call upon him.
οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος, ὁ γὰρ αὐτὸς κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν·
13 For whoever shall call upon the name of the Lord shall be saved.
Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται.
14 How then shall they call on him in whom they have not believed? and how shall they believe in him of whom they have not heard? and how shall they hear without a preacher?
Πῶς οὖν ⸀ἐπικαλέσωνταιεἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ ⸀πιστεύσωσινοὗ οὐκ ἤκουσαν; πῶς δὲ ⸀ἀκούσωσινχωρὶς κηρύσσοντος;
15 And how shall they preach, except they be sent? as it is written, How beautiful are the feet of them that preach the gospel of peace, and bring glad tidings of good things!
πῶς δὲ ⸀κηρύξωσινἐὰν μὴ ἀποσταλῶσιν; ⸀καθὼςγέγραπται· Ὡς ὡραῖοι οἱ πόδες τῶν ⸀εὐαγγελιζομένων⸀τὰἀγαθά.
16 But they have not all obeyed the gospel. For Isaiah saith, Lord, who hath believed our report?
ἀλλʼ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ· Ἠσαΐας γὰρ λέγει· Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν;
17 So then faith cometh by hearing, and hearing by the word of God.
ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος ⸀Χριστοῦ
18 But I say, Have they not heard? Yes verily, their sound went into all the earth, and their words to the ends of the world.
Ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; μενοῦνγε· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
19 But I say, Did not Israel know? First Moses saith, I will provoke you to jealousy by them that are no people, and by a foolish nation I will anger you.
ἀλλὰ λέγω, μὴ ⸂Ἰσραὴλ οὐκ ἔγνω; πρῶτος Μωϋσῆς λέγει· Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπʼ οὐκ ἔθνει, ἐπʼ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς.
20 But Isaiah is very bold, and saith, I was found by them that sought me not; I was made manifest to them that asked not for me.
Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει· Εὑρέθην ⸀ἐντοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ⸀ἐγενόμηντοῖς ἐμὲ μὴ ἐπερωτῶσιν.
21 But to Israel he saith, All day long I have stretched forth my hands to a disobedient and contrary people.
πρὸς δὲ τὸν Ἰσραὴλ λέγει· Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.