< Matthew 28 >

1 In the end of the sabbath, as it began to dawn toward the first day of the week, came Mary Magdalene and the other Mary to see the sepulchre.
Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθεν ⸀Μαριὰμἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον.
2 And, behold, there was a great earthquake: for the angel of the Lord descended from heaven, and came and rolled back the stone from the door, and sat upon it.
καὶἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦ ⸀καὶ προσελθὼν ἀπεκύλισε τὸν ⸀λίθονκαὶ ἐκάθητο ἐπάνω αὐτοῦ.
3 His countenance was like lightning, and his raiment white as snow:
ἦν δὲ ἡ εἰδέα αὐτοῦ ⸀ὡςἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών.
4 And for fear of him the keepers shook, and became as dead men.
ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγενήθησαν ⸀ὡςνεκροί.
5 And the angel answered and said to the women, Fear ye not: for I know that ye seek Jesus, who was crucified.
ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπεν ταῖς γυναιξίν· Μὴ φοβεῖσθε ὑμεῖς, οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε·
6 He is not here: for he is risen, as he said. Come, see the place where the Lord lay.
οὐκ ἔστιν ὧδε, ἠγέρθη γὰρ καθὼς εἶπεν· δεῦτε ἴδετε τὸν τόπον ὅπου ⸀ἔκειτο
7 And go quickly, and tell his disciples that he is risen from the dead; and, behold, he goeth before you into Galilee; there shall ye see him: lo, I have told you.
καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδοὺ εἶπον ὑμῖν.
8 And they departed quickly from the sepulchre with fear and great joy; and ran to bring word to his disciples.
καὶ ⸀ἀπελθοῦσαιταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ.
9 And as they went to tell his disciples, behold, Jesus met them, saying, All hail. And they came and held him by the feet, and worshipped him.
⸀καὶ⸀ἰδοὺἸησοῦς ⸀ὑπήντησεναὐταῖς λέγων· Χαίρετε· αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ.
10 Then said Jesus to them, Be not afraid: go tell my brethren that they go into Galilee, and there shall they see me.
τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· Μὴ φοβεῖσθε· ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται.
11 Now when they were going, behold, some of the watch came into the city, and showed to the chief priests all the things that had happened.
Πορευομένων δὲ αὐτῶν ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα.
12 And when they were assembled with the elders, and had taken counsel, they gave a large sum of money to the soldiers,
καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις
13 Saying, Say ye, His disciples came by night, and stole him away while we slept.
λέγοντες· Εἴπατε ὅτι Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων·
14 And if this shall come to the governor’s ears, we will persuade him, and secure you.
καὶ ἐὰν ἀκουσθῇ τοῦτο ⸀ἐπὶτοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν ⸀αὐτὸνκαὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν.
15 So they took the money, and did as they were instructed: and this saying is commonly reported among the Jews until this day.
οἱ δὲ λαβόντες ⸀τὰἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. Καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον ⸀ἡμέρας
16 Then the eleven disciples went away into Galilee, to a mountain where Jesus had appointed them.
Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς,
17 And when they saw him, they worshipped him: but some doubted.
καὶ ἰδόντες αὐτὸν ⸀προσεκύνησαν οἱ δὲ ἐδίστασαν.
18 And Jesus came and spoke to them, saying, All authority is given to me in heaven and upon earth.
καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ ⸀τῆςγῆς·
19 Go ye therefore, and teach all nations, baptizing them in the name of the Father, and of the Son, and of the Holy Spirit:
πορευθέντες ⸀οὖνμαθητεύσατε πάντα τὰ ἔθνη, ⸀βαπτίζοντεςαὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος,
20 Teaching them to observe all things whatever I have commanded you: and, lo, I am with you always, even to the end of the world. Amen. (aiōn g165)
διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθʼ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ ⸀αἰῶνος (aiōn g165)

< Matthew 28 >