< Acts 1 >
1 The former treatise have I made, O Theophilus, of all that Jesus began both to do and teach,
Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ˚Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν,
2 Until the day when he was taken up, after that he through the Holy Spirit had given commandments to the apostles whom he had chosen:
ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ ˚Πνεύματος Ἁγίου, οὓς ἐξελέξατο, ἀνελήμφθη·
3 To whom also he showed himself alive after his passion by many infallible proofs, being seen by them forty days, and speaking of the things pertaining to the kingdom of God:
οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα, μετὰ τὸ παθεῖν αὐτὸν, ἐν πολλοῖς τεκμηρίοις διʼ ἡμερῶν τεσσεράκοντα, ὀπτανόμενος αὐτοῖς, καὶ λέγων τὰ περὶ τῆς Βασιλείας τοῦ ˚Θεοῦ.
4 And, being assembled with them, commanded them that they should not depart from Jerusalem, but wait for the promise of the Father, which, saith he, ye have heard from me.
Καὶ συναλιζόμενος, παρήγγειλεν αὐτοῖς, “Ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἣν ἠκούσατέ μου.
5 For John truly baptized in water; but ye shall be baptized in the Holy Spirit not many days from now.
Ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ ἐν ˚Πνεύματι βαπτισθήσεσθε Ἁγίῳ, οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.”
6 When they therefore were come together, they asked of him, saying, Lord, wilt thou at this time restore again the kingdom to Israel?
Οἱ μὲν οὖν συνελθόντες, ἠρώτων αὐτὸν λέγοντες, “˚Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ, ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ;”
7 And he said to them, It is not for you to know the times or the seasons, which the Father hath put in his own power.
Εἶπεν δὲ πρὸς αὐτούς, “Οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ.
8 But ye shall receive power, after the Holy Spirit is come upon you: and ye shall be witnesses to me both in Jerusalem, and in all Judaea, and in Samaria, and to the uttermost part of the earth.
Ἀλλὰ λήμψεσθε δύναμιν, ἐπελθόντος τοῦ Ἁγίου ˚Πνεύματος ἐφʼ ὑμᾶς, καὶ ἔσεσθέ μου μάρτυρες, ἔν τε Ἰερουσαλὴμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ, καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς.”
9 And when he had spoken these things, while they beheld, he was taken up; and a cloud received him out of their sight.
Καὶ ταῦτα εἰπὼν, βλεπόντων αὐτῶν, ἐπήρθη καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.
10 And while they looked steadfastly toward heaven as he went up, behold, two men stood by them in white apparel;
Καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν, πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθήσεσι λευκαῖς,
11 Who also said, Ye men of Galilee, why stand ye gazing up to heaven? this same Jesus, who is taken from you into heaven, shall so come in like manner as ye have seen him go into heaven.
οἳ καὶ εἶπαν, “Ἄνδρες, Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; Οὗτος ὁ ˚Ἰησοῦς ὁ ἀναλημφθεὶς ἀφʼ ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.”
12 Then they returned to Jerusalem from the mount called Olivet, which is from Jerusalem a sabbath day’s journey.
Τότε ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἰερουσαλὴμ, Σαββάτου ἔχον ὁδόν.
13 And when they had come in, they went into an upper room, where abode both Peter, and James, and John, and Andrew, Philip, and Thomas, Bartholomew, and Matthew, James the son of Alphaeus, and Simon Zelotes, and Judas the brother of James.
Καὶ ὅτε εἰσῆλθον, εἰς τὸ ὑπερῷον, ἀνέβησαν οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ Ἰωάννης καὶ Ἰάκωβος καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Μαθθαῖος, Ἰάκωβος Ἁλφαίου, καὶ Σίμων ὁ Ζηλωτὴς, καὶ Ἰούδας Ἰακώβου.
14 These all continued with one accord in prayer and supplication, with the women, and Mary the mother of Jesus, and with his brethren.
Οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ, σὺν γυναιξὶν καὶ Μαρίᾳ τῇ μητρὶ τοῦ ˚Ἰησοῦ, καὶ τοῖς ἀδελφοῖς αὐτοῦ.
15 And in those days Peter stood up in the midst of the disciples, and said, (the number of the names together were about an hundred and twenty, )
Καὶ ἐν ταῖς ἡμέραις ταύταις, ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν ἀδελφῶν εἶπεν (ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡσεὶ ἑκατὸν εἴκοσι),
16 Men, brethren, this scripture must needs have been fulfilled, which the Holy Spirit by the mouth of David spoke before concerning Judas, who was guide to them that took Jesus.
“Ἄνδρες, ἀδελφοί, ἔδει πληρωθῆναι τὴν Γραφὴν, ἣν προεῖπεν τὸ ˚Πνεῦμα τὸ Ἅγιον διὰ στόματος Δαυὶδ περὶ Ἰούδα, τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν ˚Ἰησοῦν.
17 For he was numbered with us, and had obtained part of this ministry.
Ὅτι κατηριθμημένος ἦν ἐν ἡμῖν, καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης.”
18 Now this man purchased a field with the reward of iniquity; and falling headlong, he burst asunder in the midst, and all his bowels gushed out.
(Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος, ἐλάκησεν μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ.
19 And it was known to all the dwellers at Jerusalem; therefore that field is called in their proper tongue, Aceldama, that is to say, The field of blood.
Καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἰερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ διαλέκτῳ αὐτῶν, Ἁκελδαμάχ, τοῦτʼ ἔστιν, “Χωρίον Αἵματος”.)
20 For it is written in the book of Psalms, Let his habitation be desolate, and let no man dwell in it: and his office let another take.
“Γέγραπται γὰρ ἐν βίβλῳ Ψαλμῶν, ‘Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος, καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ’, καί, ‘Τὴν ἐπισκοπὴν αὐτοῦ, λαβέτω ἕτερος.’
21 Therefore of these men who accompanied us all the time that the Lord Jesus went in and out among us,
Δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν, ἐν παντὶ χρόνῳ ᾧ εἰσῆλθεν καὶ ἐξῆλθεν ἐφʼ ἡμᾶς ὁ ˚Κύριος ˚Ἰησοῦς,
22 Beginning from the baptism of John, to that same day that he was taken up from us, must one be ordained to be a witness with us of his resurrection.
ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου ἕως τῆς ἡμέρας ἧς ἀνελήμφθη ἀφʼ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ σὺν ἡμῖν, γενέσθαι ἕνα τούτων.”
23 And they appointed two, Joseph called Barsabas, who was surnamed Justus, and Matthias.
Καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαββᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν.
24 And they prayed, and said, Thou, Lord, who knowest the hearts of all men, show which of these two thou hast chosen,
Καὶ προσευξάμενοι, εἶπαν, “Σὺ ˚Κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον ὃν ἐξελέξω ἐκ τούτων τῶν δύο ἕνα,
25 That he may take part of this ministry and apostleship, from which Judas by transgression fell, that he might go to his own place.
λαβεῖν τὸν τόπον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἀφʼ ἧς παρέβη Ἰούδας, πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον.”
26 And they gave forth their lots; and the lot fell upon Matthias; and he was numbered with the eleven apostles.
Καὶ ἔδωκαν κλήρους αὐτοῖς, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ματθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.