< Revelation 9 >

1 Then the fifth angel sounded his trumpet. I saw a star from heaven that had fallen to the earth. The star was given the key to the shaft of the bottomless pit. (Abyssos g12)
Καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισεν, καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν, καὶ ἐδόθη αὐτῷ ἡ κλεὶς τοῦ φρέατος τῆς ἀβύσσου, (Abyssos g12)
2 He opened the shaft of the bottomless pit, and smoke went up out of the shaft like smoke from a huge furnace. The sun and the air turned dark by the smoke pouring out of the shaft. (Abyssos g12)
καὶ ἤνοιξεν τὸ φρέαρ τῆς ἀβύσσου· καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος ὡς καπνὸς καμίνου μεγάλης, καὶ ἐσκοτίσθη ὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος. (Abyssos g12)
3 Out of the smoke locusts came on the earth, and they were given power like that of scorpions on the earth.
καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν, καὶ ἐδόθη αὐταῖς ἐξουσία, ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς·
4 They were told not to damage the grass on the earth or any green plant or tree, but only the people who did not have the seal of God on their foreheads.
καὶ ἐῤῥέθη αὐταῖς ἵνα μὴ ἀδικήσωσιν τὸν χόρτον τῆς γῆς οὐδὲ πᾶν χλωρὸν οὐδὲ πᾶν δένδρον, εἰ μὴ τοὺς ἀνθρώπους οἵτινες οὐκ ἔχουσιν τὴν σφραγῖδα τοῦ θεοῦ ἐπὶ τῶν μετώπων.
5 They were not given permission to kill those people, but only to torture them for five months. Their agony would be like the sting of a scorpion when it strikes a person.
καὶ ἐδόθη αὐτοῖς ἵνα μὴ ἀποκτείνωσιν αὐτούς, ἀλλ᾽ ἵνα βασανισθήσονται μῆνας πέντε· καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου, ὅταν παίσῃ ἄνθρωπον.
6 In those days people will seek death, but will not find it. They will greatly desire to die, but death will flee from them.
καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον, καὶ οὐ μὴ εὑρήσουσιν αὐτόν· καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν, καὶ φεύγει ὁ θάνατος ἀπ᾽ αὐτῶν.
7 The locusts looked like horses prepared for war. On their heads were something like crowns of gold, and their faces were like human faces.
καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων ὅμοια ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι ὅμοιοι χρυσῷ, καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων·
8 They had hair like women's hair, and their teeth were like lions' teeth.
καὶ εἶχαν τρίχας ὡς τρίχας γυναικῶν· καὶ οἱ ὀδόντες αὐτῶν ὡς λεόντων ἦσαν·
9 They had breastplates like iron breastplates, and the sound of their wings was like the sound made by many chariots and horses running into battle.
καὶ εἶχον θώρακας ὡς θώρακας σιδηροῦς· καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν ὡς φωνὴ ἁρμάτων ἵππων πολλῶν τρεχόντων εἰς πόλεμον.
10 They had tails with stingers like scorpions; in their tails they had power to harm people for five months.
καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις, καὶ κέντρα· καὶ ἐν ταῖς οὐραῖς αὐτῶν ἡ ἐξουσία αὐτῶν ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε.
11 They had as king over them the angel of the bottomless pit. His name in Hebrew was Abaddon, and in Greek he had the name Apollyon. (Abyssos g12)
ἔχουσιν ἐπ᾽ αὐτῶν βασιλέα τὸν ἄγγελον τῆς ἀβύσσου· ὄνομα αὐτῷ Ἑβραϊστὶ Ἀβαδδών, καὶ ἐν τῇ Ἑλληνικῇ ὄνομα ἔχει Ἀπολλύων. (Abyssos g12)
12 The first woe is past. Look! After this there are still two disasters to come.
ἡ οὐαὶ ἡ μία ἀπῆλθεν· ἰδοὺ ἔρχεται ἔτι δύο οὐαὶ μετὰ ταῦτα.
13 The sixth angel sounded his trumpet, and I heard a voice coming from the horns of the golden altar that is present before God.
Καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισεν, καὶ ἤκουσα φωνὴν μίαν ἐκ τῶν κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ θεοῦ,
14 The voice said to the sixth angel who had the trumpet, “Release the four angels who are bound at the great Euphrates River.”
λέγοντα τῷ ἕκτῳ ἀγγέλῳ ὁ ἔχων τὴν σάλπιγγα, Λῦσον τοὺς τέσ σαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ.
15 The four angels who had been prepared for that hour, that day, that month, and that year, were released to kill a third of mankind.
καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν καὶ ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν, ἵνα ἀποκτείνωσιν τὸ τρίτον τῶν ἀνθρώπων.
16 The number of the soldiers on horseback was 200,000,000. I heard their number.
καὶ ὁ ἀριθμὸς τῶν στρατευμάτων τοῦ ἱππικοῦ δύο μυριάδες μυριάδων· ἤκουσα τὸν ἀριθμὸν αὐτῶν.
17 This is how I saw the horses in my vision and those who rode on them: Their breastplates were fiery red, dark blue and sulfurous yellow. The heads of the horses resembled the heads of lions, and out of their mouths came fire, smoke, and sulfur.
καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὁράσει, καὶ τοὺς καθημένους ἐπ᾽ αὐτῶν, ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις· καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων, καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς καὶ θεῖον.
18 A third of the people were killed by these three plagues: the fire, smoke, and sulfur that came out of their mouths.
ἀπὸ τῶν τριῶν πληγῶν τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων, ἐκ τοῦ πυρὸς καὶ τοῦ καπνοῦ καὶ τοῦ θείου, τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν.
19 For the power of the horses was in their mouths and in their tails—for their tails were like snakes, and they had heads with which they inflicted wounds on people.
ἡ γὰρ ἐξουσία τῶν ἵππων ἐν τῷ στόματι αὐτῶν ἐστιν καὶ ἐν ταῖς οὐραῖς αὐτῶν· αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι ὄφεσιν, ἔχουσαι κεφαλάς, καὶ ἐν αὐταῖς ἀδικοῦσιν.
20 The rest of mankind, those who were not killed by these plagues, did not repent of the deeds they had done, nor did they stop worshiping demons and idols of gold, silver, bronze, stone, and wood—things that cannot see, hear, or walk.
καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις, οὔτε μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν, ἵνα μὴ προσκυνήσουσιν τὰ δαιμόνια, καὶ τὰ εἴδωλα τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα, ἃ οὔτε βλέπειν δύνανται, οὔτε ἀκούειν, οὔτε περιπατεῖν·
21 Neither did they repent of their murders, their sorcery, their sexual immorality or their acts of theft.
καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν, οὔτε ἐκ τῶν φαρμακειῶν αὐτῶν, οὔτε ἐκ τῆς πορνείας αὐτῶν, οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν.

< Revelation 9 >