< Revelation 5 >
1 Then I saw in the right hand of the one who was seated on the throne a scroll written on the front and on the back, sealed with seven seals.
Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον, γεγραμμένον ἔσωθεν καὶ ὄπισθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά.
2 I saw a mighty angel proclaiming with a loud voice, “Who is worthy to open the scroll and break its seals?”
Καὶ εἶδον ἄγγελον ἰσχυρὸν, κηρύσσοντα ἐν φωνῇ μεγάλῃ, “Τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον, καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ;”
3 No one in heaven or on the earth or under the earth was able to open the scroll or to read it.
Καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ οὐρανῷ, οὐδὲ ἐπὶ τῆς γῆς, οὐδὲ ὑποκάτω τῆς γῆς, ἀνοῖξαι τὸ βιβλίον, οὔτε βλέπειν αὐτό.
4 I wept bitterly because no one was found worthy to open the scroll or to read it.
Καὶ ἔκλαιον πολὺ, ὅτι οὐδεὶς ἄξιος εὑρεθήσεται ἀνοῖξαι τὸ βιβλίον, οὔτε βλέπειν αὐτό.
5 But one of the elders said to me, “Do not weep. Look! The Lion of the tribe of Judah, the Root of David, has conquered. He is able to open the scroll and its seven seals.”
Καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι, “Μὴ κλαῖε. Ἰδοὺ, ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυίδ, ἀνοῖξαι τὸ βιβλίον, καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.”
6 I saw a Lamb standing in the middle of the throne area and among the four living creatures and among the elders. He looked as though he had been killed. He had seven horns and seven eyes, which are the seven spirits of God sent out into all the earth.
Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων, Ἀρνίον ἑστηκὸς ὡς ἐσφαγμένον, ἔχων κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, οἵ εἰσιν τὰ ἑπτὰ πνεύματα τοῦ ˚Θεοῦ, ἀπεσταλμένοι εἰς πᾶσαν τὴν γῆν.
7 He went and took hold of the scroll out of the right hand of the one who was seated on the throne.
Καὶ ἦλθεν καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου.
8 When he had taken the scroll, the four living creatures and the twenty-four elders fell down before the Lamb. Each of them had a harp and a golden bowl full of incense, which are the prayers of the saints.
Καὶ ὅτε ἔλαβεν τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ Ἀρνίου, ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων.
9 They sang a new song: “You are worthy to take the scroll and to open its seals. For you were slaughtered, and with your blood you purchased people for God from every tribe, language, people, and nation.
Καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες, “Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον, καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ, ὅτι ἐσφάγης, καὶ ἠγόρασας τῷ ˚Θεῷ ἡμᾶς ἐν τῷ αἵματί σου, ἐκ πάσης φυλῆς, καὶ γλώσσης, καὶ λαοῦ, καὶ ἔθνους,
10 You made them a kingdom and priests to serve our God, and they will reign on the earth.”
καὶ ἐποίησας αὐτοὺς τῷ ˚Θεῷ ἡμῶν, βασιλείαν καὶ ἱερεῖς, καὶ βασιλεύσουσιν ἐπὶ τῆς γῆς.”
11 Then I looked and heard the sound of many angels who encircled the throne and the living creatures and the elders. Their total number was ten thousands of ten thousands and thousands of thousands.
Καὶ εἶδον, καὶ ἤκουσα φωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου, καὶ τῶν ζῴων, καὶ τῶν πρεσβυτέρων, καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων,
12 They said in a loud voice, “Worthy is the Lamb who has been slaughtered to receive power, wealth, wisdom, strength, honor, glory, and praise.”
λέγοντες φωνῇ μεγάλῃ, “Ἄξιόν ἐστιν τὸ Ἀρνίον τὸ ἐσφαγμένον, λαβεῖν τὴν δύναμιν, καὶ πλοῦτον, καὶ σοφίαν, καὶ ἰσχὺν, καὶ τιμὴν, καὶ δόξαν, καὶ εὐλογίαν!”
13 I heard every created thing that was in heaven and on the earth and under the earth and on the sea—everything in them—saying, “To the one who sits on the throne and to the Lamb be praise, honor, glory, and the power to rule, forever and ever.” (aiōn )
Καὶ πᾶν κτίσμα ὃ ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς, καὶ ὑποκάτω τῆς γῆς, καὶ ἐπὶ τῆς θαλάσσης, καὶ τὰ ἐν αὐτοῖς πάντα, ἤκουσα λέγοντας, “Τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου καὶ τῷ Ἀρνίῳ ἡ εὐλογία, καὶ ἡ τιμὴ, καὶ ἡ δόξα, καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.” (aiōn )
14 The four living creatures said, “Amen!” and the elders fell down and worshiped.
Καὶ τὰ τέσσαρα ζῷα ἔλεγον, “Ἀμήν!” Καὶ οἱ πρεσβύτεροι ἔπεσαν καὶ προσεκύνησαν.