< Revelation 18 >
1 After these things I saw another angel coming down out of heaven. He had great authority, and the earth was illumined by his glory.
(Καὶ *k*) μετὰ ταῦτα εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην, καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ.
2 He cried out with a mighty voice, saying, “Fallen, fallen is Babylon the great! She has become a dwelling place for demons, a refuge for every unclean spirit, and a refuge for every unclean and detestable bird.
καὶ ἔκραξεν ἐν (ἰσχυρᾷ *N(k)O*) φωνῇ (μεγάλη *K*) λέγων· ἔπεσεν ἔπεσεν Βαβυλὼν ἡ μεγάλη καὶ ἐγένετο κατοικητήριον (δαιμονίων *N(k)O*) καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου (καὶ φυλακὴ παντὸς θηρίου ἀκαθάρτου *NO*) καὶ μεμισημένου,
3 For all the nations have drunk the wine of her immoral passion. The kings of the earth have committed immorality with her. The merchants of the earth have become rich from the power of her sensual way of living.”
ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς (πέπωκαν *N(k)O*) πάντα τὰ ἔθνη, καὶ οἱ βασιλεῖς τῆς γῆς μετ᾽ αὐτῆς ἐπόρνευσαν, καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν.
4 Then I heard another voice from heaven say, “Come out from her, my people, so that you will not share in her sins, and so that you will not receive any of her plagues.
Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν· (ἐξέλθατε *NK(o)*) ὁ λαός μου ἐξ αὐτῆς, ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, καὶ ἐκ τῶν πληγῶν αὐτῆς ἵνα μὴ λάβητε·
5 Her sins have piled up as high as heaven, and God has remembered her evil actions.
ὅτι (ἐκολλήθησαν *N(K)O*) αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ, καὶ ἐμνημόνευσεν ὁ θεὸς τὰ ἀδικήματα αὐτῆς.
6 Pay her back as she has paid others back, and repay her double for what she has done; in the cup she mixed, mix double the amount for her.
ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκεν (ὑμῖν *k*) καὶ διπλώσατε (αὐτῇ *k*) (τὰ *no*) διπλᾶ κατὰ τὰ ἔργα αὐτῆς. ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασεν, κεράσατε αὐτῇ διπλοῦν.
7 As she glorified herself and lived in luxury, give her just as much torture and grief. For she says in her heart, 'I am seated as a queen; I am not a widow, and I will never see mourning.'
ὅσα ἐδόξασεν αὐτὴν καὶ ἐστρηνίασεν, τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος, ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει ὅτι κάθημαι βασίλισσα καὶ χήρα οὐκ εἰμὶ καὶ πένθος οὐ μὴ ἴδω.
8 Therefore in one day her plagues will come: death, mourning, and famine. She will be consumed by fire, for the Lord God is mighty, and he is her judge.”
διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς, θάνατος καὶ πένθος καὶ λιμός, καὶ ἐν πυρὶ κατακαυθήσεται, ὅτι ἰσχυρὸς κύριος ὁ θεὸς ὁ (κρίνας *N(k)O*) αὐτήν.
9 The kings of the earth who committed sexual immorality and went out of control with her will weep and wail over her when they see the smoke of her burning.
Καὶ (κλαύσουσιν *N(k)O*) (αὐτὴν *k*) καὶ κόψονται ἐπ᾽ αὐτὴν οἱ βασιλεῖς τῆς γῆς οἱ μετ᾽ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσιν τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς
10 They will stand off at a distance, afraid of her torment, saying, “Woe, woe to the great city, Babylon, the powerful city! For in a single hour your punishment has come.”
ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς λέγοντες· οὐαὶ οὐαὶ ἡ πόλις ἡ μεγάλη Βαβυλὼν ἡ πόλις ἡ ἰσχυρά, ὅτι (ἐν *k*) μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου.
11 The merchants of the earth weep and mourn for her, since no one buys her merchandise anymore—
καὶ οἱ ἔμποροι τῆς γῆς (κλαίουσιν *NK(o)*) καὶ (πενθοῦσιν *NK(o)*) ἐπ᾽ (αὐτήν, *N(k)O*) ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι· οὐκέτι·
12 merchandise of gold, silver, precious stone, pearls, fine linen, purple, silk, scarlet, all kinds of scented wood, every vessel of ivory, every vessel made of most precious wood, bronze, iron, marble,
γόμον χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶ (μαργαριτῶν *N(k)O*) καὶ (βυσσίνου *N(k)O*) καὶ (πορφύρας *NK(o)*) καὶ σιρικοῦ καὶ κοκκίνου καὶ πᾶν ξύλον θύϊνον καὶ πᾶν σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου
13 cinnamon, spice, incense, myrrh, frankincense, wine, oil, fine flour, wheat, cattle and sheep, horses and chariots, and slaves and human souls.
καὶ κιννάμωμον (καὶ ἄμωμον *NO*) καὶ θυμιάματα καὶ μύρον καὶ λίβανον καὶ οἶνον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σῖτον καὶ κτήνη καὶ πρόβατα καὶ ἵππων καὶ ῥεδῶν καὶ σωμάτων καὶ ψυχὰς ἀνθρώπων.
14 The fruit that you longed for with all your might is gone from you. All your luxury and splendor have vanished, never to be found again.
καὶ ἡ ὀπώρα σου τῆς ἐπιθυμίας τῆς ψυχῆς ἀπῆλθεν ἀπὸ σοῦ, καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ (ἀπώλετο *N(k)O*) ἀπὸ σοῦ, καὶ οὐκέτι οὐκέτι οὐ μὴ αὐτὰ (εὑρήσουσιν. *N(K)(o)*)
15 The merchants of these goods who became rich by her will stand away from her at a distance because of the fear of her torment, weeping and mourning loudly.
οἱ ἔμποροι τούτων οἱ πλουτήσαντες ἀπ᾽ αὐτῆς ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς κλαίοντες καὶ πενθοῦντες,
16 They will say, “Woe, woe to the great city that was dressed in fine linen, in purple, and in scarlet, and was adorned with gold, precious jewels, and pearls!
(καὶ *k*) λέγοντες· οὐαὶ οὐαὶ ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινον καὶ πορφυροῦν καὶ κόκκινον καὶ κεχρυσωμένη ἐν (χρυσίῳ *N(k)O*) καὶ λίθῳ τιμίῳ καὶ (μαργαρίτῃ, *N(K)O*)
17 In a single hour all that wealth has been wasted.” Every ship's captain, every seafaring man, sailors, and all whose living is made from the sea, stood off at a distance.
ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος. Καὶ πᾶς κυβερνήτης καὶ πᾶς ὁ ἐπὶ (τόπον *NO*) (τῶν *k*) (πλέων *N(k)O*) (ὁ ὅμιλος *K*) καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται ἀπὸ μακρόθεν ἔστησαν
18 They cried out as they saw the smoke of her burning. They said, “What city is like the great city?”
καὶ (ἔκραζον *NK(o)*) (βλέποντες *N(k)O*) τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς λέγοντες· τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ;
19 They threw dust on their heads, and cried out, weeping and mourning, “Woe, woe to the great city where all who had their ships at sea became rich from her wealth. For in a single hour she has been destroyed.”
καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ (ἔκραζον *NK(o)*) κλαίοντες καὶ πενθοῦντες (καὶ *o*) λέγοντες· οὐαὶ οὐαὶ ἡ πόλις ἡ μεγάλη, ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες τὰ πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.
20 “Rejoice over her, heaven, you believers, apostles, and prophets, for God has brought your judgment on her!”
εὐφραίνου ἐπ᾽ (αὐτῇ, *N(k)O*) οὐρανὲ καὶ οἱ ἅγιοι (καὶ *no*) οἱ ἀπόστολοι καὶ οἱ προφῆται, ὅτι ἔκρινεν ὁ θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς.
21 A mighty angel took up a stone like a great millstone and threw it into the sea, saying, “In this way, Babylon, the great city, will be thrown down with violence and will not be seen anymore.
Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς (μύλινον *N(k)O*) μέγαν καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγων· οὕτως ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις καὶ οὐ μὴ εὑρεθῇ ἔτι.
22 The sound made by harpists, musicians, flute players, and trumpeters will not be heard anymore in you. No craftsman of any kind will be found in you. No sound of a mill will be heard anymore in you.
καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, καὶ πᾶς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ μύλου οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,
23 The light of a lamp will not shine in you anymore. The voices of the bridegroom and the bride will not be heard in you anymore, for your merchants were the princes of the earth, and the nations were deceived by your sorcery.
καὶ φῶς λύχνου οὐ μὴ φάνῃ ἐν σοὶ ἔτι, καὶ φωνὴ νυμφίου καὶ νύμφης οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς, ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη.
24 In her the blood of prophets and saints was found, and the blood of all who have been killed on the earth.”
καὶ ἐν αὐτῇ (αἷμα *N(k)O*) προφητῶν καὶ ἁγίων εὑρέθη καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.