< Philemon 1 >
1 Paul, a prisoner of Christ Jesus, and the brother Timothy to Philemon, our dear friend and fellow worker,
Παῦλος δέσμιος Χριστοῦ Ἰησοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν
2 and to Apphia our sister, and to Archippus our fellow soldier, and to the church that meets in your home.
καὶ Ἀπφίᾳ τῇ (ἀδελφῇ *N(K)O*) καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν καὶ τῇ κατ᾽ οἶκόν σου ἐκκλησίᾳ·
3 May grace be to you and peace from God our Father and the Lord Jesus Christ.
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
4 I always thank my God. I mention you in my prayers.
Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου,
5 I have heard of the love and the faith that you have in the Lord Jesus and for all the believers.
ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις (πρὸς *NK(o)*) τὸν κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους,
6 I pray that the fellowship of your faith may be effective for the knowledge of everything good that is among us in Christ.
ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν (ἡμῖν *N(K)O*) εἰς Χριστόν (Ἰησοῦν. *K*)
7 For I have had much joy and comfort because of your love, because the hearts of the saints have been refreshed by you, brother.
(χαρὰν *NK(O)*) γὰρ πολλὴν (ἔσχον *N(K)O*) καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.
8 Therefore, although I have all the boldness in Christ to command you to do what you should do,
Διὸ πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον
9 yet because of love, I appeal to you instead—I, Paul, an old man, and now a prisoner for Christ Jesus.
διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης νυνὶ δὲ καὶ δέσμιος Χριστοῦ Ἰησοῦ·
10 I am asking you concerning my child Onesimus, whom I have fathered in my chains.
παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς (μου, *K*) Ὀνήσιμον,
11 For he once was useless to you, but now he is useful both to you and to me.
τόν ποτέ σοι ἄχρηστον νυνὶ δὲ (καὶ *n*) σοὶ καὶ ἐμοὶ εὔχρηστον,
12 I have sent him back to you, he who is my very heart.
ὃν ἀνέπεμψά (σοι *N(K)O*) (δὲ *k*) αὐτόν, τοῦτ᾽ ἔστιν τὰ ἐμὰ σπλάγχνα (προσλαβοῦ. *K*)
13 I wish I could have kept him with me, so he could serve me for you, while I am in chains for the sake of the gospel.
ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ μοι διακονῇ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου·
14 But I did not want to do anything without your consent. I did not want your good deed to be from necessity but from good will.
χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατὰ ἑκούσιον.
15 Perhaps for this he was separated from you for a time, so that you might have him back forever. (aiōnios )
τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς· (aiōnios )
16 No longer would he be a slave, but better than a slave, a beloved brother. He is beloved especially to me, and much more so to you, in both the flesh and in the Lord.
οὐκέτι οὐκέτι ὡς δοῦλον ἀλλ᾽ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ;
17 So if you have me as a partner, receive him as me.
εἰ οὖν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ.
18 If he has wronged you or owes you anything, charge that to me.
εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγα.
19 I, Paul, write this with my own hand. I myself will pay it back—not to mention that you owe me your own self!
Ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις.
20 Yes, brother, do me a favor in the Lord; refresh my heart in Christ.
ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν (Χριστῷ. *N(K)O*)
21 Confident about your obedience, I am writing to you. I know that you will do even more than I ask.
Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι εἰδὼς ὅτι καὶ ὑπὲρ (ἃ *N(k)O*) λέγω ποιήσεις.
22 At the same time, prepare a guest room for me, for I hope that through your prayers I will be given back to you.
ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν· ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν.
23 Epaphras, my fellow prisoner in Christ Jesus, greets you.
(Ἀσπάζεταί *N(K)O*) σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ,
24 So do Mark, Aristarchus, Demas, and Luke, my fellow workers.
Μᾶρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου.
25 May the grace of our Lord Jesus Christ be with your spirit. Amen.
ἡ χάρις τοῦ κυρίου (ἡμῶν *KO*) Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν. (ἀμήν. *KO*) (Πρός Φιλήμονα ἐγράφη ἀπό Ῥώμης διά Ὀνησίμου οἰκέτου. *K*)