< Matthew 4 >

1 Then Jesus was led up by the Spirit into the wilderness to be tempted by the devil.
Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύματος πειρασθῆναι ὑπὸ τοῦ διαβόλου.
2 When he had fasted forty days and forty nights, he was hungry.
καὶ νηστεύσας ἡμέρας τεσσεράκοντα καὶ νύκτας τεσσεράκοντα ὕστερον ἐπείνασεν.
3 The tempter came and said to him, “If you are the Son of God, command these stones to become bread.”
καὶ προσελθὼν ὁ πειράζων εἶπεν αὐτῷ· εἰ υἱὸς εἶ τοῦ θεοῦ, (εἰπὲ *NK(O)*) ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.
4 But Jesus answered and said to him, “It is written, 'Man shall not live on bread alone, but by every word that comes out of the mouth of God.'”
Ὁ δὲ ἀποκριθεὶς εἶπεν· γέγραπται· οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται (ὁ *no*) ἄνθρωπος, ἀλλ᾽ (ἐπὶ *NK(o)*) παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ.
5 Then the devil took him into the holy city and set him on the highest point of the temple building,
Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν καὶ (ἔστησεν *N(k)O*) αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ
6 and said to him, “If you are the Son of God, throw yourself down, for it is written, 'He will command his angels to take care of you,' and, 'They will lift you up in their hands, so that you will not hit your foot against a stone.'”
καὶ λέγει αὐτῷ· εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε μήποτε μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
7 Jesus said to him, “Again it is written, 'You must not test the Lord your God.'”
ἔφη αὐτῷ ὁ Ἰησοῦς· πάλιν γέγραπται· οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου.
8 Again, the devil took him up to a very high hill and showed him all the kingdoms of the world along with all their splendor.
Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν
9 He said to him, “All these things I will give you, if you fall down and worship me.”
καὶ (εἶπεν *N(k)O*) αὐτῷ· ταῦτά σοι πάντα δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι.
10 Then Jesus said to him, “Go away from here, Satan! For it is written, 'You will worship the Lord your God, and you will serve only him.'”
Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· ὕπαγε (ὀπίσω μου *O*) σατανᾶ· γέγραπται γάρ· κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.
11 Then the devil left him, and behold, angels came and served him.
τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.
12 Now when Jesus heard that John had been arrested, he withdrew into Galilee.
Ἀκούσας δὲ (ὁ Ἰησοῦς *k*) ὅτι Ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν.
13 He left Nazareth and went and lived in Capernaum, which is by the Sea of Galilee, in the territories of Zebulun and Naphtali.
καὶ καταλιπὼν τὴν Ναζαρά, ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλίμ,
14 This happened to fulfill what was said by Isaiah the prophet,
ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος·
15 “The land of Zebulun and the land of Naphtali, toward the sea, beyond the Jordan, Galilee of the Gentiles!
γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλίμ, ὁδὸν θαλάσσης πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν,
16 The people who sat in darkness have seen a great light, and to those who sat in the region and shadow of death, upon them has a light arisen.”
ὁ λαὸς ὁ καθήμενος ἐν (σκότει *NK(o)*) φῶς εἶδεν μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς.
17 From that time Jesus began to preach and say, “Repent, for the kingdom of heaven has come near.”
Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν· μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
18 As he was walking by the Sea of Galilee, he saw two brothers, Simon who is called Peter, and Andrew his brother, casting a net into the sea, for they were fishermen.
Περιπατῶν δὲ (ὁ Ἰησοῦς *k*) παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς.
19 Jesus said to them, “Come, follow me, and I will make you fishers of men.”
καὶ λέγει αὐτοῖς· δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.
20 Immediately they left the nets and followed him.
οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.
21 As Jesus was going on from there he saw two other brothers, James son of Zebedee, and John his brother. They were in the boat with Zebedee their father mending their nets. He called them,
Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς.
22 and they immediately left the boat and their father and followed him.
οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.
23 Jesus went about in all of Galilee, teaching in their synagogues, preaching the gospel of the kingdom, and healing every kind of disease and sickness among the people.
Καὶ περιῆγεν (ἐν *no*) (ὅλῃ τῇ Γαλιλαίᾳ *N(k)O*) (ὁ Ἰησοῦς *ko*) διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
24 The news about him went out into all of Syria, and the people brought to him all those who were sick, ill with various diseases and pains, those possessed by demons, and the epileptic and paralytic. Jesus healed them.
Καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν· καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους, καὶ δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς· καὶ ἐθεράπευσεν αὐτούς.
25 Large crowds followed him from Galilee, the Decapolis, Jerusalem, and Judea, and from beyond the Jordan.
καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου.

< Matthew 4 >